8. Εὖ μέντοι χρὴ εἰδέναι περὶ τῶν τεκμηρίων καὶ
9. τῶν ἄλλων σημείων καὶ μὴ λανθάνειν ὅτι ἐν παντὶ ἔτει
10. καὶ πάσῃ ὥρῃ τά τε κακὰ κακὸν σημαίνει καὶ τὰ χρηστὰ
11. ἀγαθόν.
13. Οὐ παρὰ τοῖς ἰατροῖς μόνον, ἀλλὰ καὶ παρὰ τοῖς ῥήτορσιν
14. ἐζήτηται τίνι διαφέρει σημείου τεκμήριον, οὐκ ἐν
15. σημαινομένοις μόνον, ὡς ἄλλοτι, τοῦ προβλήματος ἔχοντος
16. τὴν σύστασιν, ἀλλὰ καὶ πραγμάτων ἐφαπτομένου. χρὴ γὰρ
17. εὑρεῖν τινα φύσιν διττὴν πραγμάτων, ἀφ’ ὦν οἱ μὲν ἰατροὶ
18. προγινώσκουσιν, οἱ δὲ ῥήτορες ἀποδεικνύουσιν ἢ πείθουσιν
1. ἐπὶ μὲν οὖν τῶν εἰς τὰς ἀποδείξεις λαμβανομένων, εἴτ’ ἐπιστημονικάς
2. οὔσας εἴτε πιθανὰς, ἡ διαφορὰ μὲν μία ἐστὶν
3. ἀναγκαία τε καὶ διὰ παντὸς ἔχουσα τὸ ἕτερον τῷ ἑτέρῳ
4. ἑπόμενον, ἐξ ὧν ἡ πρότασις σύγκειται. ἄλλη δ’ οὐκ ἀναγκαίως
5. οὐδὲ διὰ παντὸς, ἀλλ’ ὡς τὸ πολὺ μόνον. ἔτι δὲ
6. κατ’ ἄλλην διαφορὰν ἡ μὲν ἐκ τηρήσεώς ἐστιν ἐμπειρικῆς,
7. ἡ δὲ ἐξ ἀκολουθίας λογικῆς, ὅπερ ἐστὶν ἔνδειξις. αὕτη μέν
8. ἐστι τῶν πραγμάτων ἡ διαφορά. τοῖς δ’ ὀνόμασιν ἐπ’ αὐτῶν
9. οὐχ ὁμοίως ἐχρήσαντο πάντες, ἀλλ’ οἵ γε χαριέστεροι,
10. παρίημι γὰρ ἑκὼν τοὺς ἄλλους, ἐπὶ μὲν τῇ προτέρᾳ τομῇ
11. κατὰ τοῦ διηνεκῶς μὲν ἓν ὁτιοῦν δηλοῦντος ἀξιοῦσι χρῆσθαι
12. τῇ τοῦ τεκμηρίου προσηγορίᾳ, σημεῖον δ’ ὀνομάζουσι
13. τὸ ἕτερον, ἐπὶ δὲ τῇ δευτέρᾳ τὸ μὲν ἐκ τηρήσεως σημεῖον,
14. τὸ δ’ ἐξ ἐνδείξεως τεκμήριον. ὅτι μὲν οὖν οὕτω χρῶνται
15. τοῖς ὀνόμασιν οἱ Ἕλληνες οὐκ ἰατροῖς μόνον ἐπίστασθαι
16. χρήσιμον, ἀλλὰ κἀκείνοις ὅσοις τῇ τέχνῃ προσήκει τὸ ἑλληνίζειν.
1. ὅτι δὲ εἴς τε τὰς ἀποδείξεις καὶ τὰς προγνώσεις
2. ἡ εἰρημένη διαφορὰ τῶν πραγμάτων ἐγνῶσθαι χρησιμωτάτη
3. πρόδηλον εἶναι παντὶ νομίζω. τό γε μὴν ἀμφότερα
4. τὴν ἑαυτῶν ἀεὶ διαφυλάττειν δύναμιν, ὅσα τε ἀγαθόν τι
5. δηλοῖ καὶ ὅσα τι κακὸν, ἄξιον ἐπισκέψεώς ἐστιν. ἐν γοῦν
6. τοῖς ἀφορισμοῖς αὐτὸς εἶπεν, ἐν ταῖς νούσοις ἧττον κινδυνεύουσιν
7. οἱ νοσέοντες, οἷς ἂν οἰκείη τῆς φύσεως καὶ τῆς
8. ἡλικίας καὶ τῆς ἕξιος καὶ τῆς ὤρης ἡ νοῦσος ᾖ μᾶλλον ἢ
9. οἶσιν ἂν μὴ οἰκείη κατὰ τι τουτέων. τοῦτ’ οὖν πρὸς τὸ
10. νῦν εἰρημένον οὐ διαφέρεται, κακὸν μὲν γάρ τι σημαίνειν
11. ἔφη τὰ κακὰ διὰ παντὸς, οὐ μὴν ὅτι γε ὡσαύτως ἢ οὐχ
12. ὡσαύτως ἔτι προσέγραψεν, ὁ εἰρημένος ἀφορισμός. οὐδέτερον
13. δὲ μετατίθησιν εἰς τὴν ἐναντίαν φύσιν, ἀλλ’ ἦττον καὶ
14. μᾶλλον ὑπάρχειν αὐτοῖς τοῦτό φησι, παρά τε τὰς φύσεις
15. καὶ τὰς ἡλικίας καὶ τὰ ἄλλα ὅσα κατέλεξεν, ὥστε κατὰ
16. τοῦτο μὲν οὐκ ἂν ἐναντία λέγοιτο πρὸς Ἱπποκράτους, κατ’
17. ἐκεῖνο δὲ μᾶλλον, ὅταν εἴπῃ τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν
18. οὐ δεῖ πιστεύειν οὐδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ
1. γινόμενα παρὰ λόγον· τὰ γὰρ πολλὰ τῶν τοιουτέων ἐστὶν
2. ἀβέβαια καὶ οὐ πάνυ τι διαμένειν οὐδὲ χρονίζειν εἴωθε.
3. διὰ τοῦτο γοῦν αὐτὸ προσέγραψεν ἐν τῷ προγνωστικῷ τὴν
4. νῦν ἡμῖν προκειμένην ῥῆσιν. ἐν μὲν γὰρ τοῖς συμπτώμασι
5. γίνεταί τις μετάπτωσις ἔκ τε τῶν πονηρῶν εἰς ἀγαθὰ κἀκ
6. τῶν ἀγαθῶν εἰς πονηρά. τῶν δὲ σημείων οὐδὲν εἰς τοὐναντίον
7. μεταπίπτειν πέφυκεν, ἀλλ’ ἧττον μὲν καὶ μᾶλλον ἤτοι
8. κακόν τι σημαίνειν ἢ ἀγαθὸν, οὐ μὴν ἀγαθὸν μὲν
9. νῦν, αὖθις δὲ κακὸν, ἢ κακὸν μὲν νῦν, αὖθις δ’ ἀγαθόν.
10. ὅσα γοῦν ἐν τοῖς οὔροις εἶπεν εἶναι κακὰ σημεῖα, ταῦτ’
11. οὐκ ἄν ποτε ἀγαθὰ γένοιτο, καθάπερ οὐδὲ τῶν ἀγαθῶν
12. οὐδὲν κακόν. οὕτως δὲ καὶ ὅσα περὶ τῶν πτυσμάτων ἢ
13. διαχωρημάτων ὡς ἀγαθῶν ἢ κακῶν εἴρηκεν οὐδὲν εἰς τοὐναντίον
14. μεταπίπτει. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ ὅσα
15. περὶ τὸ πρόσωπον εἶπε γίγνεσθαι σημεῖα κατὰ χρόαν ἢ
16. ὄγκον ἢ σχῆμα καὶ περὶ κατακλίσεων δὲ καὶ τοῦ πελιδνοῦσθαι
17. καὶ μελαίνεσθαι μόριον ἢ ὁτιοῦν ἄλλο τοιοῦτον πάσχειν.
18. ἅπαντα γὰρ διαφυλάττει τὴν οἰκείαν δύναμιν οὐ
1. κατὰ τὸ μέγεθος δηλονότι, προείρηται γὰρ ὅτι τὸ μᾶλλον
2. δέχεται καὶ ἧττον, ἀλλὰ κατὰ γένος, ἐπεὶ μήτε τῶν ἀγαθῶν
3. οὐδὲν εἰς τὸ τῶν κακῶν μεταπίπτει γένος, ἐκείνων τε
4. οὐδὲν εἰς τὸ τῶν ἀγαθῶν. ὅταν γε δηλονότι μετὰ τῶν
5. οἰκείων ἐξετάζηται διορισμῶν, οὐ μὴν ἐπί γε τῶν συμπτωμάτων
6. οὕτως ἔχει. καὶ γὰρ δυσπνοοῦσιν ἔνιοι καὶ παραφρονοῦσι
7. καὶ ὑποχόνδριον ἀνασπῶνται καὶ μαρμαρυγὰς ὁρᾷν
8. οἴονται καί τινα ὀρφνώδη προφαίνεσθαι κρίσεως λόγῳ, καὶ
9. μὴν καὶ καρδιαλγεῖν καὶ χεῖλος τὸ κάτω σείεσθαι καὶ παρωτίδας
10. καί τινα ἑτέραν ἀπόστασιν ἔχειν. ἅπαντα γὰρ
11. φαίνεται ταῦτα ποτὲ μὲν, ὡς εἴρηται, κρίσεως λόγῳ γινόμενα,
12. ποτὲ δὲ αὐξανομένοις νοσήμασιν ἑπόμενα, καθὸ κἀκεῖνο
13. δεόντως εἴρηται πρὸς αὐτοῦ· τὰ κρίσιμα μὴ κρίνοντα τὰ
14. μὲν θανατώδεα, τὰ δὲ δύσκριτα· διώρισται δ’ ἡμῖν ὑπὲρ
15. ἁπάντων τῶν τοιούτων ἐν ἄλλοις τέ τισι κἀν τοῖς περὶ
16. κρίσεων, ὥστε μηδὲν εἰς τὸ προγινώσκειν ἐνδεῖν καὶ διὰ
17. τοῦτο, ὅπερ ἀεὶ συμβουλεύω καὶ νῦν διελθεῖν οὐκ ὀκνήσω.
1. πρῶτα μὲν καὶ μάλιστα σπουδάζειν φημὶ μαθεῖν ὅσα τῆς
2. ἰατρικῆς ἐστιν ἔργα· τὰ δ’ ἄλλα ὅσα τοιαῦτα τινὰ μὲν ἐν
3. φωνῇ καὶ σημαινομένῳ τὴν ζήτησιν ἔχοντα, τινὰ δὲ λογικῆς
4. ἐχόμενα θεωρίας, ὕστερόν ποτε καὶ κατὰ πολλὴν σχολὴν
5. μεταχειρίζεσθαι, καθάπερ καὶ νὺν ἐπὶ τῶν σημαινομένων
6. ἔκ τε τοῦ τεκμήριον ὀνόματος καὶ τοῦ σημεῖον.
7. ἐπειδὴ γὰρ ὅσον ἐστὶ χρήσιμον εἰς τὴν τέχνην εἴρηταί μοι,
8. προσθήσω τι καὶ τῆς τούτων ἐξηγήσεως ἐχόμενον, ἕτερον
9. ὧν ἔμπροσθεν εἶπον. ἔστι δὲ τοῦτο τοιόνδε· τῶν κρισίμων
10. συμπτωμάτων ἐγχωρεῖ κατηγορῆσαι τὸ σημεῖον ὄνομα,
11. τὸ μέντοι τεκμήριον οὐκ ἐγχωρεῖ. μόνα γὰρ ἐκεῖνα σημεῖά
12. τε ἅμα καὶ τεκμήρια καλοῦσιν οἱ Ἕλληνες, ἐξ ὧν ἔνεστι
13. τεκμήρασθαί τι περὶ τῆς σωτηρίας ἢ ἀπωλείας τοῦ κάμνοντος,
14. ἃ περιλαβὼν ἄν τις ἑνὶ κεφαλαίῳ φαίη γνωρίσματ’
15. εἶναι τῶν διοικουσῶν τὸ σῶμα δυνάμεων, ὅπως ἔχωσιν ἀῤῥωστίας
16. ἢ ῥώμης, ἐν οἷς δηλονότι καὶ τὰ τῆς ἀπεψίας τε
17. καὶ τῆς πέψεως σημεῖα. τῶν δὲ κρισίμων συμπτωμάτων
18. οὐδὲν ἔχει τοιαύτην φύσιν· ἀλλ’ ὅτι μὲν ἔσται κρίσις δηλοῦται
1. πρὸς αὐτῶν, ὥσπερ ὅτι δι’ ἐκκρίσεως ἢ ἀποστάσεως,
2. ἔτι τε πρὸς τούτοις διά τινος ἐκκρίσεως ἢ ἀποστάσεως οἷον
3. αἱμοῤῥαγίας ἢ ἐμέτων ἢ παρωτίδων. εἴτε δὲ ἀγαθὴ γενήσοιτο
4. κρίσις ἢ κακὴ, διὰ τῶν τοιούτων σημείων οὐκ ἔνεστι
5. τεκμήρασθαι. φαίνονται γὰρ οὐδὲν ἧττον ἢ εἰς ἀγαθὸν ἢ
6. εἰς κακὸν αἱ τοιαῦται κρίσεις ἅπασαι τελευτῶσαι. καὶ διορισμὸν
7. αὐτῶν ἐδίδαξεν ἡμᾶς βεβαιότατον οὐκ ἐκ συμπτωμάτων
8. τινῶν γινόμενον, ἀλλ’ ἐκ σημείων τε καὶ τεκμηρίων
9. τινῶν. πεπασμοὶ γὰρ, φησὶ, ταχύτητα κρίσιος, ἀσφάλειαν
10. ὑγιεινὴν σημαίνουσιν. ὠμὰ δὲ καὶ ἄπεπτα ἢ ἐς κακὰς ἀποστάσιας
11. τρεπόμενα ἢ ἀκρισίας ἢ χρόνους ἢ πόνους ἢ θανάτους
12. ἢ τῶν αὐτέων ὑποστροφάς. ὥσθ’ ὅτι μὲν
13. ἔσται κρίσις ἐκ τῶν κρισίμων συμπτωμάτων, ἃ δὴ καὶ σημεῖα
14. κρίσιμα καλεῖν ἐγχωρεῖ, προγνῶναι δυνατόν ἐστιν, εἴτε
15. δὲ εἰς ἀγαθὸν εἴτ’ εἰς κακὸν αὕτη τελευτήσει, διὰ τῶν πεπασμένων
16. ἡ γνῶσις, ἐν οἷς πάλιν οὐ τοῦ γενήσεσθαι κρίσιν
17. ἡ δήλωσις, ἀλλὰ τοῦ σωθήσεσθαι τὸν ἄνθρωπον ἢ
18. τεθνήξεσθαι. ἔστω δέ σοι καὶ ἥδε πρὸς ταῖς εἰρημέναις
1. ἔμπροσθεν ἐξήγησις τῶν προσηγοριῶν, ἅμα χρησίμοις πράγμασιν
2. εἰς τὴν τέχνην εἰρημένη. μέμνησο δὲ ὅτι καὶ τὰ
3. κρίσιμα σημεῖα συμπτώματά ἐστι τῷ γένει δηλοῦντα τὰς
4. ἐσομένας ἐκκρίσεις ἢ ἀποστάσεις. αὗται δὲ τοῦ λῦσαι τὴν
5. νόσον ἢ καταλῦσαι τὴν δύναμιν αἴτια μὲν πρώτως, κατὰ
6. συμβεβηκὸς δὲ καὶ σημεῖα γίνονται.