16. Οὐ δύναται δὲ ὅλῃσιν ἡμέρῃσιν οὐδὲν τουτέων ἀριθμεῖσθαι
17. ἀτρεκέως, οὐδὲ γὰρ ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν
18. ἡμέρῃσι πεφύκασιν ἀριθμεῖσθαι.
1. Ἐπειδὴ τὰς τρεῖς ἑβδομάδας εἰς τὴν εἰκοστὴν ἡμέραν
2. περιήγαγε, διὰ τοῦτ’ ἔφη οὐ δύναται πλήρεσιν ἡμέραις
3. ἀριθμεῖσθαι τὰ τοιαῦτα. μηδὲ γὰρ τὸν ἐνιαυτὸν μηδὲ τοὺς
4. μῆνας ὅλαις ἡμέραις ἀριθμεῖσθαι΄ καὶ ἀληθῶς γε αὐτὰ εἶπεν.
5. ὁ μὲν γὰρ ἐνιαυτὸς οὐ τριακοσίων ἑξήκοντα πέντε
6. μόνον ἡμερῶν ἐστιν, ἀλλὰ καὶ τετάρτου μέρους ἡμέρας, ἔτι
7. δὲ πρὸς αὐτῷ μορίου τινὸς ἐγγύς πως ἑκατοστοῦ. τῶν μηνῶν
8. δὲ ἕκαστος ἐλάττων μέν ἐστι τριάκοντα ἡμερῶν, μείζων δὲ
9. ἐννέα καὶ εἴκοσιν. ὠνομάζετο δὲ καὶ παρὰ τοῖς παλαιοῖς
10. Ἕλλησι μὴν, ὡς καὶ νῦν ἔτι κατὰ πολλὰς τῶν Ἑλληνίδων
11. πόλεων, ὁ μεταξὺ χρόνος δυοῖν συνόδοιν ἡλίου καὶ
12. σελήνης καὶ ὅστις βούλεται τὸν χρόνον τοῦτον ἀκριβῶς ἐκμαθεῖν
13. ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν ὁπηλίκος ἐστὶν, ὅλον
14. ἔχει βιβλίον Ἱππάρχῳ γεγραμμένον, ὥσπερ γε καὶ περὶ τοῦ
15. ἐνιαυσίου χρόνου σύγγραμμα ἡμέτερον. οὕτως οὖν καὶ τὴν
16. ἑβδομάδα φησὶν ὁ Ἱπποκράτης, καὶ δῆλον ὅτι καὶ τὴν τετράδα
17. μὴ εἶναι τελείων ἡμερῶν, ἀλλ’ ἐνδεῖν τι μόριον τηλικοῦτον,
18. ὡς τὰς τρεῖς ἑβδομάδας εἴκοσιν ἡμέρας περιγράφεσθαι.
1. τίς δέ ἐστιν ἡ αἰτία τούτων πεπειράμεθα ἡμεῖς
2. εἰπεῖν ἐν τῷ τρίτῳ τῶν κρισίμων ἡμερῶν, οὐδενὸς τῶν ἔμπροσθεν
3. οὐδ’ ἐπιχειρήσαντος εἰπεῖν.