Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 3.41, ed. Kühn, 1830, vol. 18b, p. 314-315. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:3.41


10. Εὖ γοῦν χρὴ εἰδέναι ὅτι ἐν τοῖς αὐτοῖσι χωρίοισιν οὐδὲν
11. δεινὸν τὰ πολλαπλάσια αὐτῶν ἐπιτυγχάνειν, ἢν ἐκμαθών
12. τις αὐτὰ κρίνειν τε καὶ λογίζεσθαι ὀρθῶς ἐπίστηται.

14. Ὅπερ ἡμεῖς ἔμπροσθεν εἰρήκαμέν που κατὰ τὴν τοῦ
15. λόγου χρείαν, τοῦτο νῦν ἔγραψεν ὁ Ἱπποκράτης, ὅτι τῷ καλῶς
16. ἐκμαθόντι τὰς δυνάμεις τῶν σημείων ὑπάρξει, κἂν εἰ
17. μὴ διὰ παντὸς ἀκριβῶς προγινώσκειν τὰ γενησόμενα, τὸ
1. γοῦν ἐπιτυγχάνειν πολλαπλάσιον τῶν ἀποτυγχανομένων, ἐν
2. ᾧ δὴ καὶ βελτίων ἕτερος ἑτέρου τῶν ὁτιοῦν προγινωσκόντων
3. ἐστί. τὸ μὲν γὰρ μηδέποτε ἁμαρτάνειν μεῖζον
4. ἢ κατ’ ἄνθρωπον, τὸ δ’ ὡς ἥκιστα τεχνίτου μόνου. πολλῆς
5. δὲ οὔσης καὶ κατ’ αὐτὸ τοῦτο διαφορᾶς ὁ μὲν ἐν τοῖς
6. εἴκοσιν ἅπαξ ἀποτυγχάνων οὐκ ὀλίγῳ τινὶ βελτίων ἐστὶ
7. τοῦ κατὰ δέκα διαμαρτάνοντος ἅπαξ, αὐτοῦ δὲ τούτου πάλιν
8. ὁ ἐν τοῖς ἑκατὸν ἅπαξ ἀποτυγχάνων, ὥσπερ γε καὶ τούτου
9. πάλιν ὁ ἐν τοῖς διακοσίοις. οὐκ οὖν ὀρθῶς ἡμᾶς ἐρωτῶσιν
10. οἱ ἐμπειρικοὶ τί ᾖ τῶν ὡς τὸ πολὺ θεωρημάτων ἐκ
11. τῆς τοῦ λόγου προσθήκης ἀδιάπτωτόν τε καὶ διηνεκὲς ἐποιησάμεθα.
12. εἶτ’ οὐκ ἔχοντες δεῖξαι δοκοῦσιν ἐλέγχειν, ὡς ἐκ
13. περιττοῦ τὸν λόγον προστιθέντας. εἰ γὰρ μὴ διηνεκῶς,
14. ἀλλὰ πλεονάκις γ’ ἐκείνων, τοῦ τέλους τῆς τέχνης τυγχάνομεν,
15. ὥσπερ ἐν τῷ προγινώσκειν τὰ μέλλοντα γενήσεσθαι
16. τοῖς κάμνουσιν, οὕτω κἀν τῷ θεραπεύειν αὐτούς.

Cliquer un n° de page pour en afficher l’image