2. Ποθέειν δὲ χρὴ οὐδενὸς νουσήματος ὄνομα ὅ τι μὴ τυγχάνει
3. ἐνθάδε γεγραμμένον, πάντα γὰρ ὁκόσα ἐν τοῖσι χρόνοισι
4. τοῖσι προειρημένοισιν κρίνεται, γνώσῃ τοῖσι αὐτέοισι
5. σημείοισι.
7. Τοῦτό μοι δοκεῖ προσθεῖναι κατὰ τὴν τελευτὴν τοῦ
8. λόγου, διότι περὶ τῶν ὀξέων νοσημάτων καὶ ὅσα ἐκ τούτων
9. γίνεται τὴν διδασκαλίαν ἔφησε πεποιῆσθαι κατὰ τοῦτο.
10. μεμνημένος οὖν ὅτι τὰ μὲν πλεῖστα τῶν εἰρημένων ὑπ’ αὐτοῦ
11. σημείων ἀγαθῶν τε καὶ κακῶν ἁπλῶς εἴρηται κατὰ
12. πάντων κοινῇ τῶν νοσημάτων, ὀλίγα δ’ ἐπ’ ἐνίων ἀφωρισμένων,
13. ἀνέμνησε καὶ ἡμᾶς αὐτοῦ μετὰ τοῦ προσθεῖναι τὸ
14. μηδὲν παραλελεῖφθαι κατὰ τὸν λόγον, ὃ τάχα ἂν ἡμεῖς ᾠήθημεν
15. εἶναι ψευδές· ἐπειδὴ τινῶν μὲν ἐμνημόνευσεν ὀνομαστὶ,
16. τινῶν δ’ οὔ. τοῦτο γὰρ αὐτὸ δηλοῖ, μὴ μάτην ὑπ’ αὐτοῦ
17. γεγονέναι μηδ’ ἄνευ τινὸς αἰτίας, ἀλλ’ ἐπειδὴ παρὰ τὰ
18. ἄλλα διδασκαλίας ἐξαιρέτου τινὰ τῶν νοσημάτων ἐδεῖτο,
1. διὰ τοῦτο αὐτῶν ἐμνημόνευσεν ἰδίᾳ. τὰ δ’ ἄλλα πάντα τὰ
2. παραλελειμμένα τοῖς κοινοῖς ὑποπέπτωκε σημείοις εὐθέως
3. γε τοῦτο πρῶτον ὑπ’ αὐτοῦ γεγραμμένον, ὃ προσαγορεύουσι,
4. νεκρῶδες πρόσωπον ἐπὶ παντὸς νοσήματος ὀξέως, ὀλέθριον
5. ἀληθῶς εἴρηται. κατὰ δὲ τὸν αὐτὸν λόγον ὅσα περὶ κατακλίσεως
6. ἔγραψεν ἢ ἀναπνοῆς ἢ ὕπνων ἢ ἀγρυπνίας ἢ τῶν
7. ἄλλων, ὅσα κοινὰ πάντως ἐστὶ τῶν ἐν τοῖς προγεγραμμένοις
8. χρόνοις κρινομένων. οὐ γὰρ δή γε περὶ τῶν χρονίων αὐτῷ
9. τὸ σύγγραμμά ἐστιν, ἀλλ’ ὡς αὐτὸς εἶπεν, ὀξέων τε καὶ τῶν
10. ἐκ τούτων γινομένων, ὧν καὶ τοὺς χρόνους αὐτὸς ἐδήλωσεν,
11. ἐπ’ ἐνίων μὲν εἰκοστὴν ἡμέραν, ἐπ’ ἐνίων δὲ τεσσαρακοστὴν
12. ἢ ἑξηκοστὴν ὅρον θέμενος.