6. Μετὰ δὲ ταῦτα ἐν τῷ αὐτέῳ τρόπῳ κατὰ τὴν αὐτέην
7. πρόσθεσιν ἡ μὲν πρώτη περίοδος τεσσάρων καὶ τριήκονθ’
8. ἡμερέων, ἡ δὲ δευτέρη τεσσαράκοντα ἡμερέων,
9. ἡ δὲ τρίτη ἑξήκοντα ἡμερέων.
11. Οὐ τοῦτο λέγει νῦν ὁ Ἱπποκράτης ὅτι μετὰ τὴν εἰκοστὴν
12. ἡμέραν ἄχρι τῆς τριακοστῆς τετάρτης οὐδεμία παρεμπίπτει
13. κρίσιμος. ἑαυτῷ τε γὰρ οὕτω μάχεται, μεταξύ
14. τινων ἡμερῶν κρινουσῶν ἐν ἐπιδημίαις μεμνημένος, τά τε
15. φαινόμενα κατὰ τοὺς ἀῤῥώστους, ἐξελέγχει τὸν λόγον αὐτοῦ,
16. ἀλλ’ ἐπειδὴ τριῶν ἑβδομάδων ἄχρι τῆς εἰκοστῆς ἡμέρας
17. ἐφεξῆς ἀλλήλων ἠριθμημένων οὐχ ἡ αὐτὴ γέγονε σύνθεσις.
18. ἡ μὲν γὰρ δευτέρα διεζεύχθη τῆς πρώτης καὶ κατὰ τοῦτο
1. εἰς τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἐτελεύτησεν· ἡ τρίτη δὲ
2. ταύτῃ συνήφθη καὶ κατὰ τοῦτο τὴν εἰκοστὴν ἔσχε τέλος.
3. διὰ τοῦτο καὶ τὴν μετὰ τὴν εἰκοστὴν ἑβδομάδα ὁμοίως
4. προϊέναι βουλόμενος, ὡς ἐκ δυοῖν μὲν διεζευγμένων, τῆς τρίτης
5. δὲ συνημμένης εἴκοσιν ἡμέρας συμπληροῦσθαι, τὴν μὲν
6. τεσσαρακοστὴν ὅρον ἔσχατον ἔθετο τῶν δευτέρων τριῶν
7. ἑβδομάδων· ἐν αὐταῖς δὲ ταῖς δυσὶ περιέγραψε τὸν
8. ὅρον τὴν τριακοστὴν τετάρτην καὶ κατὰ τοῦτο ταύτης
9. ἐμνημόνευσε πρὸ τῆς τεσσαρακοστῆς, καὶ κατά γε τὸν αὐτὸν
10. λόγον αἱ μετὰ ταῦτα τρεῖς ἑβδομάδες εἰς τὴν ἑξηκοστὴν
11. περιάγονται. καὶ τὴν ὀγδοηκοστὴν δὲ κρίνουσαν οἶδεν, οὐ
12. τὴν πδ΄ ἐν τοῖς τῶν ἐπιδημιῶν. οὕτως αἱ τρεῖς ἑβδομάδες
13. εἴκοσιν ἡμερῶν ἀριθμὸν συμπληροῦσι καὶ γίνεται τοῦτο τῶν
14. δύο μὲν τῶν πρώτων κατὰ διάζευξιν ἐν αὐταῖς ἀριθμουμένων,
15. ὡς εἰς τὴν ιδ΄ ἡμέραν τελευτᾷν· τῆς τρίτης δὲ συναπτομένης
16. τῇ δευτέρᾳ, ὡς καὶ ταύτην εἰς τὴν εἰκοστὴν ἡμέραν
17. περιέρχεσθαι.