2. Τουτέων δ’ ἐν ἀρχῇσιν ἔστι χαλεπώτερον προγινώσκειν
3. τὰ μέλλοντα ἐν πλείστῳ χρόνῳ κρίνεσθαι. ὁμοιόταται
4. γὰρ αἱ ἀρχαί εἰσιν αὐτέων. ἀλλὰ χρὴ ἀπὸ τῆς πρώτης
5. ἡμέρης ἐνθυμέεσθαι καὶ καθ’ ἑκάστην τετράδα προστιθεμένην
6. ἐπισκέπτεσθαι καὶ οὐ λήσει ὅπη τρέψεται τὸ
7. νόσημα.
9. Κἀνταῦθα πάλιν ἐπὶ ἀμφοτέρων ἔταξε τὸ κρίνεσθαι
10. τῶν τ’ ἐπ’ ἀγαθῷ καὶ τῶν ἐπὶ κακῷ τὴν μεταβολὴν
11. ποιουμένων καί φησιν ἐν ἀρχῇ τῶν νοσημάτων ὅσα
12. μὲν ὀλιγοχρονίως μέλλει διακριθήσεσθαι, ῥᾴστην εἶναι τὴν
13. διάγνωσιν αὐτῶν εἰς ὅ τι τελευτήσει, καθάπερ ὀλίγον ἔμπροσθεν
14. ἔφη περὶ τῶν ἐν τῇ πρώτῃ τετράδι μελλόντων
15. κρίνεσθαι. τῶν τε γὰρ πυρετῶν αὐτῶν ὁ μὲν ἀπαλλάττεσθαι
16. μέλλων ἐπιεικέστερός ἐστιν, ὁ δ’ ἀναιρεῖν τὸν κάμνοντα
17. κακοηθέστατός ἐστιν, ὅσα τε σύνεστιν ἑκατέρῳ σημεῖα
18. τὰ μὲν ἐν τῷ προτέρῳ πάντ’ εἶναι κάλλιστα, τὰ δ’
1. ἐν τῷ δευτέρῳ χείριστα. συμβήσεται γὰρ οὕτω μηδέτερον
2. αὐτῶν ὑπερβῆναι τὴν τετάρτην ἡμέραν, ἐπειδὴ μεμαθήκαμεν
3. ἀεὶ γίγνεσθαι τὴν κρίσιν ἤτοι τῆς φύσεως ἐπικρατούσης
4. τοῦ νοσήματος ἢ νικηθείσης ὑπ’ αὐτοῦ. τῶν μὲν οὖν
5. ἐπιεικεστάτων νοσημάτων ἡ φύσις τάχιστα κρατεῖ· νικᾶται
6. δὲ ὑπὸ τῶν χαλεπωτάτων τάχιστα. κατὰ τοῦτ’ οὖν ἐναντιώτατα
7. μὲν ἀλλήλοις ἐστὶ τὰ διὰ ταχέων κρινόμενα, παραπλήσια
8. δὲ τὰ παμπόλλου χρόνου δεόμενα πρὸς τὴν λύσιν.
9. ὥσπερ γὰρ ἐν τοῖς ὀλιγοχρονίοις ὑπεροχὴ μεγάλη ποτὲ μὲν
10. τῆς φύσεώς ἐστι, ποτὲ δὲ τοῦ νοσήματος, οὕτως ὅταν μηδέτερος
11. ὑπερέχῃ μεγάλως οὐδετέρου, ἀλλ’ ὥσπερ ἀνταγωνισταί
12. τινες ἰσόῤῥοποι διαμάχονται, χρόνου δεῖ πλείονος εἰς
13. τὴν θατέρου νίκην, οὕτω καὶ τοὺς παλαίοντας οἱ παλαιστρικῆς
14. ἔμπειροι διαγινώσκουσιν. εἰ μὲν ὑπεροχὴν θεάσονται
15. πολλὴν, αὐτίκα νικήσειν τὸν ἕτερον ἐλπίζοντες, εἰ δὲ
16. μηδέτερος ὑπερέχει μεγάλως, ὅτι μὲν ἐν χρόνῳ πλείονι διαπαλαίσουσι
17. βεβαίως εἰδότες, ὅστις δ’ ὁ νικήσων ἔσται μηδέπω
18. γιγνώσκοντες. ἀλλ’ ἐν τῷ χρόνῳ προϊόντι καὶ τοῦτο
1. πρότεροι τῶν ἰδιωτῶν καταμανθάνουσιν, ὡς ἂν καὶ τῶν
2. μικρῶν ὑπεροχῶν ὄντες διαγνωστικώτεροι. ᾧ γὰρ ὁ τεχνίτης
3. ἀτέχνου διαφέρει μάλιστα, τουτέστιν αὐτὸ τὸ μικρῶν
4. αἰσθάνεσθαι διαφορῶν. ἀλλ’ ἐπεί τινες, οὐδ’ ὅλως εἰσὶν
5. αἰσθηταὶ διὰ σμικρότητα τῶν τοιούτων οὐδ’ ὁ τεχνίτης
6. ἐστὶ γνωριστικός. ὅταν οὖν πρῶτον αἰσθηταὶ γένωνται,
7. τηνικαῦτα γνωρίζονται. διὰ τοῦτ’ οὖν ὁ Ἱπποκράτης ἐκέλευσε
8. καθ’ ἑκάστην τετράδα διασκοπεῖσθαι τὴν μεταβολήν.
9. οὐ γὰρ λήσει ὅπη τρέψεται, τουτέστι πότερον εἰς ὑγείαν τε
10. καὶ σωτηρίαν τοῦ κάμνοντος, ἐπικρατησάσης τῆς φύσεως ἢ
11. κρατηθείσης ἐπὶ θάνατον. τουτὶ μὲν τοῦ λόγου τὸ κεφάλαιον.
12. ὅπως δ’ ἄν τις αὐτὸ πράττοι κάλλιστα, διὰ τῶν
13. περὶ κρίσεων ὑπ’ ἐμοῦ γεγραμμένων ἐστὶ σοι μαθεῖν.