Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 3.7, ed. Kühn, 1830, vol. 18b, p. 245-247. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:3.7


16. Γίνεται δὲ καὶ ἡ τῶν τεταρταίων κατάστασις ἐκ τοῦ τοιούτου
17. κόσμου.

1. Ἠγνόηται καὶ τοῦτο τοῖς πλείστοις καὶ διὰ τοῦτο
2. θαυμάζουσιν ἐκ μαντικῆς τέ τινος οἴονται προλέγεσθαι πολλάκις
3. ὑφ’ ἡμῶν, ὡς οὔτε τις τεταρταῖον ἔχων πυρετὸν ἀπαλλαγήσεται
4. μεθ’ ἡμέρας, εἰ τύχοι πεντεκαίδεκα, καίτοι γε
5. ἐπὶ τῶν τριταίων οὐ θαυμάζουσι τὴν πρόῤῥησιν. ἔστι δὲ
6. κοινὸς ἀμφοῖν ὁ λόγος. ὥσπερ γὰρ ἐπὶ τῶν συνεχῶν πυρετῶν
7. ἀριθμοῦμεν ἁπάσας ἐφεξῆς τὰς ἡμέρας εἰς πρόγνωσιν
8. τῆς ἐσομένης κρίσεως, οὕτως ἐπὶ τῶν διαλειπόντων τὰς ἐπισημασίας,
9. ἵν’ ὅπερ ἐπὶ τῶν συνεχῶν ἡ ἑβδόμη τῶν
10. ἡμερῶν, τοῦτ’ ἐπὶ τῶν διαλειπόντων ἡ ἑβδόμη περίοδος ἐργάσηται.
11. κατὰ τοῦτό γέ τοι ὁ ἀκριβὴς τριταῖος ἐν ἑπτὰ
12. περιόδοις, οὐχ ἡμέραις ἑπτὰ κρίνεσθαι πέφυκε. καὶ μὲν δὴ
13. καὶ ὅπερ ἡ τετάρτη τῶν ἡμερῶν ἀπ’ ἀρχῆς ἀριθμοῦντι πρὸς
14. τὴν ἑβδόμην ἐστὶ, τοῦθ’ ἡ τετάρτη περίοδος ὡς πρὸς τὴν
15. ἑβδόμην περίοδον. ἐπίδηλος μὲν γὰρ ἡ τετάρτη τῶν ἡμερῶν
16. ἐστι τῆς ἑβδόμης, ἐπίδηλος δὲ καὶ ἡ τετάρτη περίοδος
17. τῆς ἑβδόμης περιόδου. λέλεκται δὲ καὶ περὶ τῶν τοιούτων
18. ἁπάντων ἐν τοῖς περὶ κρίσεων. ὅθεν ἀρκέσει νῦν ἀκηκοέναι
1. τό γε τοσοῦτον, ὡς καὶ τῶν τεταρταίων πυρετῶν αἱ
2. κρίσεις κατὰ τὸν ἀριθμὸν γίνονται τῶν περιόδων, οὐ τῶν
3. ἡμερῶν ἐκ τοιούτου τοῦ κόσμου. κόσμον εἴρηκε τὴν τάξιν
4. τῶν κρινουσῶν ἡμερῶν. ὥσπερ γὰρ ἀκοσμίας ἴδιόν ἐστιν ἡ
5. ἀταξία, οὕτως ἡ τάξις τοῦ κόσμου. κατὰ τοῦτό γέ τοι καὶ
6. τόδε τὸ πᾶν ὠνόμασαν οἱ ἄνθρωποι κόσμον, ἐπειδὴ τέτακται
7. τὰ κατ’ αὐτόν· ἐν μέσῳ μὲν αὐτῶν τῆς γῆς κειμένης,
8. ἔξωθεν δὲ ταύτης περικεχυμένης τῆς θαλάττης, περιέχοντος
9. δὲ ταύτην ἀέρος, ἐκεῖνον δὲ αἰθέρος, εἶτ’ οὐρανοῦ πᾶσι
10. τούτοις κύκλῳ περιβεβλημένου. καὶ μὲν δὴ καὶ αἱ κινήσεις
11. τῶν μὲν ἀπλανῶν ἀστέρων τί δεῖ καὶ λέγειν εἰς ὅσον ἥκουσι
12. κόσμον, διὰ παντὸς ὡσαύτως ἔχουσαι; τῶν πλανωμένων δ’
13. εἰ μὴ καὶ καθ’ ἑκάστην ἡμέραν εἰσὶν ἴσαι, τό γε τεταγμένον
14. ἔχουσιν ἐν ἴσαις χρόνου περιόδοις, ἀεὶ τοὺς αὐτοὺς
15. τόπους τοῦ ζωδιακοῦ διεξερχομένων αὐτῶν.

Cliquer un n° de page pour en afficher l’image