Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.) [n° 109 Fichtner] [GalLat]

Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
Heeg, 1915.
Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, p. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
Rubio Fernaz, 2010 (spa).

Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 3.8, ed. Kühn, 1830, vol. 18b, p. 248-250. urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:3.8


2. Τὰ δὲ ἐν ἐλαχίστῳ χρόνῳ μέλλοντα κρίνεσθαι, εὐπετέστερα
3. προγινώσκεσθαι. μέγιστα γὰρ τὰ διαφέροντα ἀπ’ ἀρχῆς
4. αὐτέοισίν ἐστιν. οἱ μὲν γὰρ περιεσόμενοι εὔπνοοί τε καὶ
5. ἀνώδυνοί εἰσι καὶ κοιμώμενοι τὰς νύκτας τά τε ἄλλα
6. σημεῖα ἔχουσιν ἀσφαλέστατα. οἱ δὲ ἀπολλύμενοι δύσπνοοι
7. γίνονται, ἀλλοφάσσοντες, ἀγρυπνέοντες, τά τε ἄλλα σημεῖα
8. κάκιστα ἔχοντες.

10. Τὸ μὲν εὐπετέως ἐῤῥέθη καὶ πρόσθεν ἑτοίμως τε καὶ
11. ῥᾳδίως σημαῖνον, τὸ δ’ εὐπετέστερα ῥᾴονα δηλονότι λέγει
12. καὶ πρὸς τὴν διάγνωσιν ἑτοιμότερα. πρὸ ὀλίγου μὲν οὖν
13. εἶπεν, οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων
14. ἀσφαλεστάτων βεβῶτες τεταρταῖοι παύονται ἢ πρόσθεν.
15. ἀλλὰ νῦν γε ἐπανέλαβεν αὐτὸ χάριν τοῦ διὰ παραδειγμάτων
16. ἐνδείξασθαι σαφέστερον ὁποῖα τὰ σημεῖα τὰ κάλλιστά
17. ἐστιν. αὐτὸς γοῦν ἐπιφέρων φησὶν, οἱ μὲν γὰρ περιεσόμενοι
18. εὔπνοοι καὶ ἀνώδυνοι καὶ κοιμώμενοι τὰς νύκτας, 
1. οἱ δ’ ἀπολούμενοι δύσπνοοι, ἀλλοφάσσοντες, ἀγρυπνέοντες.
2. εἶθ’ ἑκατέρῳ τῷ λόγῳ προσέθηκε, τῷ μὲν πρώτῳ καὶ τἄλλα
3. σημεῖα ἔχοντες ἀσφαλέστατα, τῷ δὲ δευτέρῳ καὶ τἄλλα σημεῖα
4. κάκιστα ἔχοντες, ἐπιδεικνύμενος σαφῶς ὅτι παραδειγμάτων
5. ἕνεκεν ἐμνημόνευσεν ἐξ ἑκατέρου τοῦ γένους τῶν σημείων.
6. εἰκότως δὲ καὶ τοῦτο προσέθηκε τῷ λόγῳ. μέγιστα
7. γὰρ τὰ διαφέροντα αὐτοῖσιν ἀπ’ ἀρχῆς ἐστιν, ὅπερ εἴρηταί
8. μοι καὶ πρόσθεν, ὡς παμπόλλη τίς ἐστιν ἡ διαφορὰ πρὸς
9. ἄλληλα τῶν μελλόντων ἐν ἐλαχίστῳ χρόνῳ κρίνεσθαι νοσημάτων
10. ἐπ’ ὀλέθρῳ τε καὶ σωτηρίᾳ, καθάπερ τῶν
11. εἰς πλεῖστον χρόνον ἐκτεινομένων, ὅτι παραπλήσια κατὰ τὴν
12. ἀρχήν ἐστι τὰ σημεῖα. τὸ δὲ ἀλλοφάσσοντες, εἴρηται γὰρ
13. καὶ τοῦτο τοὔνομα κατὰ τὴν ῥῆσιν, οὐ πάνυ τι σύνηθες ὂν
14. ἤτοι τοὺς παραφρονοῦντας ἢ τοὺς μεταῤῥιπτοῦντας ἑαυτοὺς,
15. ὅπερ ἐστὶν ἀσωμένους, ἐνδείκνυται. βέλτιον δ’, ὅσον ἐξ αὐτῆς
16. τῆς φωνῆς οἷόν τε τεκμαίρεσθαι, τὸ πρότερον, ἵν’ ᾖ γεγενημένον
17. τοὔνομα τὸ ἀλλοφάσσοντες ἐκ τῶν ἄλλοτε φάσκειν
18. ἄλλα. τινὲς δὲ ἀπὸ τοῦ μεταβάλλειν ἄλλοτε εἰς ἄλλο σχῆμα
1. τὰ φάη, τουτέστι τοὺς ὀφθαλμοὺς, γεγονέναι φασὶ τὴν
2. προσηγορίαν.

Cliquer un n° de page pour en afficher l’image