Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 1.10, ed. Kühn, 1830, vol. 18b, p. 348-351. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:1.10


2. Τοῦ γὰρ βραχίονος τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πήχεος
3. βαθμίδι ἐν τουτέῳ τῷ σχήματι ἐρεῖδον ἰθυωρίην ποιέει
4. τοῖσιν ὀστέοισι τοῦ πήχεος καὶ τοῦ βραχίονος, ὡς ἓν εἴη
5. τὸ πᾶν.

7. Ὁ λόγος οὖν αὐτός ἐστι πρὸς τοὺς ὑποδοῦντας ἐκτεταμένην
8. τὴν χεῖρα οὕτως πᾶσαν ὡς ἐπὶ τῶν τοξευόντων ἡ
9. ἀριστερὰ διάκειται. λέγει γὰρ ὅτι πρὸς μὲν ἐκείνην
10. τὴν ἐνέργειαν εἰκότως ἐδέησεν ἐκτεταμένην αὐτὴν ἐν
11. τῷ τὴν νευρὰν ὀπίσω πρὸς τῆς δεξιᾶς ἕλκεσθαι μὲν, τὸ δὲ
12. τόξον ὅλον ἐπὶ τῆς αὐτῆς χώρας ὑπὸ τῆς ἀριστερᾶς κρατούμενον
13. ἀκλινές. ἐὰν γὰρ τῆς νευρᾶς ὑπὸ τῆς δεξιᾶς ἑλκομένης
14. σφοδρῶς ὀπίσω συναπενεχθῇ τὸ σύμπαν τόξον, ἡ
15. τοῦ βέλους εἰς τοὐπίσω φορὰ κωλυθήσεται, δεομένη ἀπὸ
16. στερεωτάτης καὶ μετατεταμένης ἀφιέσθαι τῆς νευρᾶς. ὅσον
17. μὲν οὖν αὐτῆς τῆς ἐσχάτης τάσεως ὑφῇ, τοσοῦτον καὶ τῆς
18. ἀφέσεως ἡ βία μειωθήσεται. προομολογουμένου δὴ τούτου
1. τὴν αἰτίαν Ἱπποκράτης προστίθησιν οὖσαν τοιάνδε. τοῦ
2. γὰρ βραχίονος τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πήχεος βαθμίδι
3. ἐν τούτῳ τῷ σχήματι ἐρεῖδον ἐπ’ εὐθείας μὲν ἐργάζεται τὸ
4. τοῦ βραχίονος ὀστοῦν καὶ τὸ τοῦ πήχεος, ἀκλινῆ δὲ φυλάττει
5. τὴν ὅλην χεῖρα. τὸ γιγγλυμοειδὲς δὲ βραχίονος ὀνομάζει
6. τὸ κάτω πέρας, ὃ διαρθροῦται πρὸς τὸν πῆχυν, ἐπειδὴ καὶ
7. οἱ γίγγλυμοι τὰ μέν τινα κοῖλα, τὰ δὲ ἐξέχοντα κεκτημένοι
8. τοῖς μὲν κοίλοις ὑποδέχονται τὰς ἐξοχὰς τῶν πλησιαζόντων,
9. τοῖς δὲ ὑπερέχουσιν εἰς τὰς ἐκείνων ἐμβαίνουσι κοιλότητας.
10. ὡσαύτως δὲ καὶ τὸ κάτω τοῦ βραχίονος εἰς κυρτὴν περιφέρειαν
11. τελευτῶν ἐξοχαῖς κυκλοτερέσιν ἑκατέρωθεν ἐχομέναις
12. ὁμοιότατα ταῖς κατὰ τὰς τραχηλίας ὀνομαζομέναις. αὕτη
13. μὲν ταύτῃ τῇ τραχηλώδει περιφερείᾳ στηρίζεται κατὰ τὰς
14. ἐν τῶ πήχει κοιλότητας· ἐπὶ δὲ τοῖς πέρασιν αὐτῆς ἔχων
15. βαθμίδας, τὴν μὲν ἐν τοῖς πρόσω μέρεσι, τὴν δὲ εἰς τοὐπίσω,
16. δέχεται καθ’ ἑτέρας αὐτῶν ἐξοχὰς τοῦ πήχεως ὁμοίας
17. κορώναις.

1. Ὁ γὰρ πῆχυς ἐοικὼς τῷ σ στοιχείῳ τὸ ἄνωθεν αὐτοῦ
2. πέρας ἔχων, καθ’ ὃ τῷ βραχίονι διαρθροῦται, περιλαμβάνει
3. τε τὴν τραχηλοειδῆ περιφέρειαν τοῦ βραχίονος ὀλίγου δεῖν
4. ὅλην. ὅταν οὖν οὕτως ἔχῃ σχήματος ἡ χεὶρ, ὡς ὀρθὴν γωνίαν
5. ἐργάζεσθαι τὸ τοῦ βραχίονος ὀστοῦν πρὸς τὸ τοῦ πήχεως,
6. αὐτός τε πάλιν ὅταν ἡσυχάζοντος ἐκείνου περὶ τὴν
7. κυρτότητα κινῆται, πρόσω μὲν φερόμενος κάμπτει τὴν κατ’
8. ἀγκῶνα διάρθρωσιν, ὀπίσω δὲ ἐκτείνει, κατὰ μὲν τὴν ἐσχάτην
9. καμπὴν ἡ πρόσω τοῦ πήχεως κορώνη τῇ κατὰ τοῦτο
10. κοιλότητι τοῦ βραχίονος ἐμβαίνει, κατὰ δὲ τὴν ἔκτασιν ἡ
11. ὄπισθεν αὖ πάλιν ἐγκαταβαίνει τῇ κατὰ τοῦτο τεταγμένῃ
12. βαθμίδι μείζων οὖσα μείζονι καὶ διὰ τοῦτ’ ἐπὶ πλεῖστον
13. ἐκτείνειν τε καὶ κάμπτειν ὅλην τὴν χεῖρα δυνάμεθα, μὴ
14. δυνηθέντες οὕτω πράττειν εἰ μηδεμίαν εἶχεν ὁ βραχίων
15. κοιλότητα. τοιαύτην τοιγαροῦν φύσιν ἐχούσης τῆς κατ’
16. ἀγκῶνα διαρθρώσεως, ἐγγώνιον μὲν λαβούσης σχῆμα τῆς
17. ὅλης χειρὸς, οὕτως δ’ Ἱπποκράτης ὀνομάζει τὴν ἐπ’
1. ὀρθὴν γωνίαν σχέσιν τοῦ βραχίονος, πρὸς τὸν πῆχυν ἡ
2. τραχηλώδης κυρτότης μέση στηρίζεται κατὰ μέσης τῆς σιγμοειδοῦς
3. τοῦ πήχεως κοιλότητος. ἐν δὲ ταῖς ἐκτάσεσι τῆς
4. ὅλης χειρὸς ὀπίσω φερομένου τοῦ πήχεως ἡ κατὰ τοῦτο
5. κορώνη τῆς κινήσεως ἥγηται. ἵσταται δὲ τότε καὶ παύεται
6. πρῶτον, ὅταν ἐξήγηται πρὸς τὴν ἐνταῦθα κοιλότητα τοῦ
7. βραχίονος. συμβαίνει δ’ ἐν τούτῳ τὴν μὲν διάρθρωσιν ἐκτείνεσθαι,
8. τοῦ δὲ βραχίονος τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πήχεως
9. ἐρηρεῖσθαι βαθμίδι. καλεῖ γὰρ οὕτως ὁ Ἱπποκράτης
10. οὐ μόνον ταύτην, ἀλλὰ καὶ τὰς ἄλλας ἁπάσας κοιλότητας,
11. αἷς ἐμβαίνουσιν ἐξοχαί τινες ὀστῶν.

Cliquer un n° de page pour en afficher l’image