14. Καὶ ἡ ἀνάκλασις τοῦ ἄρθρου κέκλασται ἐν τουτέῳ τῷ σχήματι.
15. εἰκὸς οὖν οὕτως ἀκαμπτότατόν τε καὶ τετανώτατον
16. εἶναι τὸ χωρίον καὶ μὴ ἡσσᾶσθαι μηδὲ ξυνδιδόναι,
17. ἑλκομένης τῆς νευρῆς ὑπὸ τῆς δεξιῆς χειρός. καὶ οὕτως
18. ἐπὶ πλεῖστον μὲν τὴν νευρὴν ἑλκύσει, ἀφήσει δὲ ἀπὸ στερεωτάτου
19. καὶ ἀθροωτάτου. ἀπὸ τῶν τοιουτέων γὰρ ἀφεσίων
1. τῶν τοξευμάτων ταχεῖαι καὶ αἱ ἰσχύες καὶ τὰ μήκεα
2. γίνεται. ἐπιδέσει δὲ καὶ τοξικῇ οὐδὲν κοινόν.
4. Τῶν τῆς χειρὸς σχημάτων τὸ μὲν ἐκτεταμένης αὐτῆς
5. ἀποτελούμενον ἐναντίον ἐστὶ τῷ κεκαμμένης γιγνομένῳ τὸ
6. ὑπτίας τῷ πρανοῦς. ταῦτα μὲν οὖν ἔσχατα καὶ οἷον ὑπερβολῶν
7. καὶ τέτταρα σχήματα, δύο δ’ ἄλλα μέσα, τὸ μὲν
8. ἐσχάτης ἐκτάσεώς τε καὶ κάμψεως, ὅπως ἔφην, Ἱπποκράτης
9. ἐγγώνιον ὀνομάζει, τὸ δ’ ὑπτίου τε καὶ πραοῦς, ἐν ᾧ
10. τὸν πῆχυν ὑποτετάσθαι φησὶ τῇ κηκίδι. ὥσπερ οὖν τοῦτο
11. προσαγορεύει δίκαιόν τε καὶ εὐθὺ, κατὰ τὸν αὐτὸν τρόπον
12. καὶ τὸ καλούμενον ἐγγώνιον, ἐν ᾧ τὸν βραχίονα πρὸς τὸν
13. πῆχυν ἐπ’ ὀρθὴν ἐργάζεται γωνίαν. ἀλλ’ εἴπερ εὐθὺ τοῦτ’
14. ἐστὶν, ἀκόλουθον καλεῖν οὐκ εὐθὺ τὸ τῆς χειρὸς ἐκτεταμένης
15. γιγνόμενον. εἰ δ’ οὐκ ἔστι τοιοῦτον σχῆμα, κεκλασμένον ἂν
16. εἴη πρὸς τοὐκτὸς δηλονότι, καθάπερ γε καὶ ἀνακλασθείη
17. πρὸς τοὐπίσω τὸ τοῦ πήχεως ὀστοῦν εἰς τοσοῦτον, ὡς ἤδη
18. γωνίαν ἐργάζεσθαι πρὸς τὸ τοῦ βραχίονος, ὥσπερ ἤδη καὶ
1. ὦπταί τισι γιγνόμενον, οὓς ἀναγκαῖον ἔχειν ἱκανῶς βαθεῖαν
2. τὴν ὀπίσω κοιλότητα τοῦ βραχίονος, εἰς ἣν ἐγκαταβαίνει
3. τὸ τοῦ πήχεως ἡ κατὰ τοῦτο κορώνη. καὶ εἴπερ ἦν ἡ κοιλότης
4. αὕτη βαθυτάτη πᾶσιν ἡμῖν, ἐγκάμπτομεν ἂν εἰς τοὐπίσω
5. τὴν χεῖρα, καθάπερ ἔφην, ἐν οἷς ἐπὶ βραχὺ τοῦτο
6. συμβαίνει οὐκ ἐχούσης αὐτοῖς τὸ ἀκριβὲς κατὰ φύσιν μέτρον
7. τῆς ὄπισθεν βαθμίδος, ἀλλ’ ἐπὶ πλέον ἐκλελυμένης.