Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 1.12, ed. Kühn, 1830, vol. 18b, p. 353-355. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:1.12


10. Τοῦτο μὲν γὰρ εἰ ἐπιδήσας ἔχειν τὴν χεῖρα οὕτω ἔμελλε,
11. πόνους ἂν ἄλλους πολλοὺς προσετίθει μείζονας τοῦ τρώματος,
12. τοῦτο δ’ εἰ συγκάμψαι ἐκέλευε, οὔτε τὰ ὀστέα
13. οὔτε τὰ νεῦρα οὔτε αἱ σάρκες ἔτι ἐν τῷ αὐτέῳ ἐγγίνοντο,
14. ἀλλὰ ἄλλῃ μετεκοσμεῖτο, κρατέοντα τὴν ἐπίδεσιν. καὶ τί
15. ὄφελος τοξικοῦ σχήματος; καὶ ταῦτα ἴσως οὐκ ἂν
16. ἐξημάρτανε σοφιζόμενος, εἰ εἴα τὸν τετρωμένον αὐτὸς τὴν
17. χεῖρα παρασχέσθαι.

1. Τὴν ἐκτεταμένην ὁ ἐπιδήσας χεῖρα πάντως μὲν ἂν,
2. φησὶν, ἢ οὕτως ἔχουσαν ἐφύλαττεν ἢ συνεχώρησεν οὕτω
3. κάμψαι. καθ’ ἕτερον δ’ ἔβλαψε τὸν κάμνοντα, φυλαττομένου
4. μὲν τοῦ σχήματος τῷ διηνεκεῖ τῆς ὀδύνης, μεταβληθέντος
5. δὲ τῷ διαφθείρεσθαι τὴν χεῖρα τῆς ἐπιδέσεως, ᾗ
6. σκοπὸς μέν ἐστι φυλάττεσθαι τὴν διάπλασιν ὑπὸ τῶν περιβεβλημένων
7. ὀθονίων ἀθλίπτως κρατουμένην, ἐν δὲ τῷ
8. μεταβάλλειν τὸ σχῆμα τοὐναντίον ἂν ἐγένετο τὴν μὲν ἐπίδεσιν
9. μηκέτι κρατεῖν τοῦ κατάγματος, ἄγεσθαι δ’ αὐτὴν
10. καὶ συμμεταφέρεσθαι μετασχηματιζομένοις τοῖς τε νεύροις
11. καὶ τοῖς μυσὶν, οὓς σάρκας ὠνόμασε διδάσκων ἡμᾶς τὴν
12. οὐσίαν αὐτῶν. αἱ γὰρ αἰσθηταὶ σάρκες αὗται κατ’
13. ἐπικράτειαν ὠνομασμέναι τῶν ἁπλῶν σαρκῶν οἱ μύες εἰσὶν
14. ἔχοντες ἐν ἑαυτοῖς ἴνας ἐκ τῆς τῶν νεύρων καὶ συνδέσμων
15. σχίσεως. ὁ γάρ τοι μῦς ὅλος ὑπὸ τῆς φύσεως γεννᾶται
16. ταῖς ἴνεσι ταύταις ἐπιπηγνυμένης ἐν κύκλῳ τῆς ἁπλῆς σαρκὸς,
17. καὶ αὕτη τοῦ μυός ἐστιν ἡ ἰδία οὐσία. φλέβας γὰρ
18. καὶ ἀρτηρίας εἰς ἑαυτὸν ὑποδέχεται τοῦ τρέφεσθαί τε καὶ
19. ζῇν ἕνεκεν, ὥσπερ καὶ τἄλλα πάντα μόρια. τὸ δὲ ἴδιον
1. σῶμα τοῦ μυὸς αἱ ἶνές εἰσι τὴν ἁπλῆν περιφυομένην σάρκα
2. ἔχουσαι. πλείστη μὲν οὖν αὕτη περιφύεται κατὰ τὰ μέσα
3. μέρη τῶν μυῶν, ἐλάττων δ’ ἀεὶ καὶ μᾶλλον ἐγγὺς τῆς ἀρχῆς
4. τε καὶ τελευτῆς, διὸ καὶ νευρωδέστεροι μὲν καὶ τὰ
5. τοιαῦτα, σαρκωδέστεροι δὲ ἐν τοῖς μέσοις αὐτῶν εἰσιν οἱ
6. μύες.

Cliquer un n° de page pour en afficher l’image