9. Ἄλλος δ’ αὖθις τῶν ἰατρῶν ὑπτίην τὴν χεῖρα δοὺς οὕτω
10. κατατείνειν ἐκέλευε καὶ οὕτως ἔχουσαν ἐπέδει, τοῦτο νομίζων
11. τὸ κατὰ φύσιν εἶναι, τῷ τε χροῒ σημαινόμενος καὶ
12. τὰ ὀστέα νομίζων κατὰ φύσιν εἶναι οὕτως, ὅτι φαίνεται
13. τὸ ἐξέχον ὀστέον τὸ παρὰ τὸν καρπὸν, ᾗ ὁ σμικρὸς δάκτυλος
14. κατ’ ἰθυωρίην εἶναι τοῦ ὀστέου, ἀφ’ ὁκοίου τε τὸν
15. πῆχυν οἱ ἄνθρωποι μετρέουσιν ταῦτα τὰ μαρτύρια ἐπήγετο,
16. ὅτι κατὰ φύσιν οὕτως ἔχει καὶ ἐδόκεεν εὖ λέγειν.
17. ἀλλὰ τοῦτο μὲν ἐὰν ὑπτία ἡ χεὶρ κατατείνοιτο, ἰσχυρῶς
18. πονοίη ἄν. γνοίη δ’ ἄν τις τὴν ἑωυτοῦ χεῖρα κατατείνας,
1. ὡς ἐπώδυνον τὸ σχῆμα, ἐπεὶ καὶ ἀνὴρ ἥσσων κρέσσονα
2. διαλαβὼν οὕτως ἐν τῇσιν ἑωυτοῦ χερσὶν, ὡς κλᾶται
3. ὁ ἀγκὼν ὕπτιος, ἄγοι ἂν ὅπη ἐθέλοι. οὔτε γὰρ εἰ
4. ξίφος ἐν ταύτῃ τῇ χειρὶ ἔχοι ἂν ὅ τι χρήσαιτο τῷ ξίφει·
5. οὕτω βίαιον τοῦτο τὸ σχῆμά ἐστι, τοῦτο δὲ εἰ ἐπιδήσας
6. τις ἐν τούτῳ τῷ σχήματι ἐών· μέζων μὲν πόνος
7. εἰ περιίοι, μέγας δὲ καὶ εἰ κατακέοιτο. τοῦτο δὲ εἰ συγκάμψαι
8. τὴν χεῖρα, ἀνάγκη συνάγειν τοὺς μύας καὶ τὰ
9. ὀστέα ἄλλο σχῆμα ἔχειν. ἠγνόει δὲ καὶ τάδε τὰ ἐν τῷ
10. σχήματι χωρὶς τῆς ἄλλης λύμης. τὸ γὰρ ὀστέον τὸ παρὰ
11. τὸν καρπὸν ἐξέχον τὸ κατὰ τὸν σμικρὸν δάκτυλον τοῦτο
12. μὲν τοῦ πήχεώς ἐστι, τὸ δ’ ἐν τῇ συγκάμψει ἐὸν ἀπὸ
13. ταὐτὸν τὸν πῆχυν οἱ ἄνθρωποι μετρέουσι, τοῦτο δὲ τοῦ
14. βραχίονος ἡ κεφαλή ἐστιν.
16. Ἐάν τις ὑπτίαν σχηματίσῃ τὴν χεῖρα, δόξει
17. τὴν ἔνδον κεφαλὴν τοῦ βραχίονος, ἣν καὶ κόνδυλον ὀνομάζουσι,
18. τὸ ἄνω πέρας εἶναι τοῦ πήχεος, ἐπειδὴ κατ’ εὐθύ
1. πως εἶναι φαίνεται τῷ κάτω πέρατι τῷ κατὰ τὸν καρπὸν
2. ἐξέχοντι, κατὰ τὸν μικρὸν δάκτυλον, οὐ μὴν ἅπαντές γε
3. τὸν πῆχυν ἀπὸ τοῦ κατὰ τὸν βραχίονα κονδύλου μετροῦσιν,
4. ἀλλ’ εἰσὶ γάρ τινες οἱ προσηκόντως ἀπὸ τοῦ ὀλεκράνου, ὅπερ
5. καὶ ἀγκῶνα καλοῦσιν, ἄρχονται τῆς μετρήσεως. ὁ δ’ Ἱπποκράτης
6. εἰπὼν ἀπὸ τουτέου οἱ ἄνθρωποι τὸν πῆχυν μετρέουσιν
7. ἐμφαίνειν ἔοικεν ἤτοι πάντας ἢ τοὺς πλείους ἐντεῦθεν
8. μετρεῖν· ἀλλὰ τοῦτο μὲν ὅπως ἂν ἔχῃ ἐκεῖ περιττὸν
9. ζητεῖν. ἐκείνου δὲ μεμνῆσθαι προσήκει τοῦ τὸ κάτω πέρας
10. τοῦ πήχεως τὸ πρὸς τῷ καρπῷ κατ’ εὐθὺ γίγνεσθαι τῷ
11. ἄνω πέρατι κατὰ φύσιν σχηματισάντων τὴν χεῖρα, τὸ μὲν
12. κοῖλον αὐτῆς ἐκ τῶν ἔνδον μερῶν ποιησάντων, τὸ κυρτὸν δὲ
13. ἐκ τῶν ἔξωθεν. συνυπάρχει δ’ ἐν τούτῳ τῷ σχήματι καὶ
14. τὸ τὸν μικρὸν δάκτυλον ὑποκεῖσθαι κάτωθεν, ἄνωθεν δὲ ἐπικεῖσθαι
15. τὸν μέγαν.