Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 1.16, ed. Kühn, 1830, vol. 18b, p. 358-361. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:1.16


16. Οὕτως οὖν ὑπτίην ἔχοντι τὴν χεῖρα τοῦτο μὲν τὸ ὀστέον
17. διεστραμμένον φαίνεται, τοῦτο δὲ τὰ νεῦρα ἀπὸ τοῦ καρποῦ
1. τείνοντα ἐκ τοῦ εἴσω μέρεος καὶ ἀπὸ τῶν δακτύλων,
2. ταῦτα ὑπτίην ἔχοντι τὴν χεῖρα διεστραμμένα γίνεται.
3. τείνει τε γὰρ ταῦτα τὰ νεῦρα πρὸς τὸ τοῦ βραχίονος
4. ὀστέον, ὅθεν ὁ πῆχυς μετρεῖται. αὗται τοσαῦται καὶ
5. τοιαῦται αἱ ἁμαρτάδες καὶ ἄγνοιαι τῆς φύσιος τῆς χειρός.
6. εἰ δ’, ὡς ἐγὼ κελεύω, χεῖρα καταγυῖαν κατατείνοι
7. τις, ἐπιτρέψει μὲν τὸ ὀστέον ἐς ἰθὺ, τὸ κατὰ τὸν
8. σμικρὸν δάκτυλον τὸ ἐς τὸν ἀγκῶνα τεῖνον, ἰθυωρίην δὲ
9. ἕξει τὰ νεῦρα τὰ ἀπὸ τοῦ καρποῦ πρὸς τοῦ βραχίονος
10. τὰ ἄκρα τείνοντα. ἀναλαμβανομένη δὲ ἡ χεὶρ ἐν παραπλησίῳ
11. σχήματι ἔσται, ἐν ᾧπερ καὶ ἐπιδεομένη, ἄπονος
12. μὲν ὁδοιπορέοντι, ἄπονος δὲ κατακειμένῳ καὶ ἀκάματος.

14. Ὅταν ὀστοῦ τινος ἢ μυὸς ἢ νεύρου τὴν μὲν ἀρχὴν ἐκ
15. τῶν ἔνδον μερῶν εἶναι τοῦ κώλου συμβαίνει, τὴν τελευτὴν
16. δὲ ἤτοι γε ἐκτὸς ἢ ἐκ τῶν κάτω μερῶν, διέστραπται δηλονότι
17. τὸ μόριον τοῦτο. καλῶς οὖν ἔφη διέστραπται πάντα
18. ταῦτα, τῆς ὅλης χειρὸς ὑπτίας σχηματισθείσης. αὐτίκα
1. γέ τοι τὰ νεῦρα τὰ ἐπὶ τὴν ἐντὸς χώραν ἀφικνούμενα τῆς
2. ἄκρας χειρὸς ἐμβάλλει τῷ πήχει περὶ τὴν ὅλην κεφαλὴν
3. τοῦ βραχίονος. ἐὰν οὖν ὑπτίαν ἐργαζώμεθα τὴν χεῖρα, συμβήσεται
4. τὴν μὲν ἀρχὴν τῶν νεύρων τῶν κατὰ τὸν πῆχυν
5. ἐκ τῶν ἔνδον εἶναι μερῶν, τὴν τελευτὴν δὲ ἐκ τῶν ἄνω
6. μερῶν. ὡσαύτως δὲ καὶ τῶν μυῶν καὶ αὐτοῦ τοῦ
7. κατὰ τὸν πῆχυν ὀστοῦ. πάντων γὰρ τούτων ἐκ τῶν ἔνδον
8. μερῶν εἰσιν αἱ ἀρχαὶ καὶ κατὰ τὸν κόνδυλον τοῦ βραχίονος,
9. ἱκανοὶ δ’ ἦσαν καὶ οἱ μύες μόνοι διαστραφέντες ἱκανὴν
10. ὀδύνην ἐργάσασθαι, διὰ τοῦτο δὲ καὶ φλεγμονήν. εἰ δ’ ὡς
11. Ἱπποκράτης ἀξιοῖ τὴν χεῖρά τις σχηματίσειεν, οἱ ἐκ τῶν
12. ἔνδον μερῶν τοῦ πήχεος ἀρχόμενοι μύες ὅλοι κείσονται
13. κατὰ τὰ ἔνδον, οἵ τ’ ἐκ τῶν ἐκτὸς ἐνταῦθα καὶ οὗτοι τετάξονται,
14. καθάπερ γε καὶ οἱ ἄνωθεν ἐν τούτῳ τῷ μέρει
15. φυλαχθήσονται δι’ ὅλου τοῦ κώλου. ἐν δὲ τοῖς ὑποκάτω
16. τοῦ πήχεος οὐδ’ ἔστιν ὅλως μῦς. εἰ δέ σοι μέλει τῶν
17. περὶ τὸν πῆχυν ἁπάντων μυῶν ἐπίστασθαι τὴν θέσιν, ἐκ
18. τοῦ πρώτου τῶν ἀνατομικῶν ἐγχειρήσεων μαθήσῃ. ἔχεις δ’
1. αὐτοὺς κἀν τῇ τῶν μυῶν ἀνατομῇ γεγραμμένους, ἐν ᾦ βιβλίῳ
2. συντομώτερον ἢ ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἁπάντων
3. τῶν ἐν τῷ σώματι μυῶν φύσις ἑρμηνεύεται.

Cliquer un n° de page pour en afficher l’image