10. Ἢν δὲ τοῦτο μὴ ξυντριβῇ, ἀλλὰ τὸ ἕτερον, φαυλοτέρη ἡ
11. κατάτασις ἀρκέῃ· ἢν δὲ ἀμφότερα κατεηγῇ, ἰσχυροτάτης
12. κατατάσιος δεῖται. παιδίου μὲν γὰρ ἤδη εἶδον καταταθέντα
13. μᾶλλον ἢ ὡς ἔδει. οἱ δὲ πλεῖστοι ἧσσον τείνονται
14. ἢ ὡς δεῖ.
16. Τὴν ἁπλουστέραν καὶ ἄνευ μεγάλης πραγματείας φαυλοτέραν
17. εἶπεν. οὐ γὰρ μόνον τὸ μοχθηρὸν ἐκ τοῦ φαύλου
18. δηλοῦται παρὰ τοῖς παλαιοῖς, ἀλλὰ καὶ τὸ ἁπλοῦν.