11. Ἔπειτα χρίσαντα κηρωτῇ μὴ πάνυ πολλῇ, ὡς μὴ
12. περιπλέῃ τὰ ἐπιδέσματα, οὕτως ἐπιδεῖν.
14. Δύο χρεῖαι τῆς ἐπιδέσεώς εἰσιν· ἡ μὲν ἑτέρα τὰ καλῶς
15. ὑφ’ ἡμῶν ἀλλήλοις παρατεθέντα μέρη τοῦ καταγέντος
16. ὀστοῦ κρατεῖν ἀσφαλῶς, ἡ δ’ ἑτέρα δεξάμενα τὰ ὀθόνια
1. τὸν χυμὸν ἢ τὸ φάρμακον, ὅπερ ἀναφλεγμαντότατον εἶναι
2. δοκιμάσωμεν, ἐπικείμενον αὐτὸ φυλάττειν ἀεὶ τοῖς πεπονθόσι
3. μέρεσιν. ἔνιοι μὲν γοῦν τοῖς ἐμπλαστοῖς χρῶνται φαρμάκοις,
4. ἐμπλάττοντες ὀθονίοις αὐτὰ καὶ μετὰ τὴν ἐπίθεσιν
5. ἔξωθεν ἐπιδοῦντες, ἔνιοι δὲ χυμῷ τινι τῶν ἐπιτηδείων εἰς
6. τοῦτο, καθάπερ οἴνῳ τε μόνῳ καὶ σὺν ἐλαίῳ καὶ πολλάκις
7. τινὶ τῶν ὑγρῶν φαρμάκων, οἵα πέρ ἐστιν ἡ τοιαύτη κηρωτὴ
8. διττῶς σκευαζομένη, ποτὲ μὲν ἤτοι γ’ ἐν ῥοδίνῳ τηκομένου
9. τοῦ κηρωτοῦ ἢ ἐν ἐλαίῳ, ποτὲ δὲ πίττης τι προσλαμβάνουσα
10. ξηρᾶς, ἣν δὴ καὶ πισσηρὰν ὀνομάζουσι κηρωτήν. τὰ δ’
11. ὑγρὰ φάρμακα καὶ σύστασιν ἔχει καὶ πάχος, οἷόν περ καὶ
12. ἡ ὑγρὰ κηρωτή. γίγνεται δὲ τηκομένων ἐν ἐλαίῳ τῶν
13. ἀφλεγμάντων ἐμπλάστρων, ὑπὲρ ὧν εἴρηται μέν τι καὶ ἐν
14. τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἐπὶ πλέον δ’ ἔν
15. τε τῇ θεραπευτικῆς μεθόδου πραγματείᾳ καὶ τῇ περὶ συνθέσεως
16. φαρμάκων δυνάμεως. ὁ δ’ οὖν Ἱπποκράτης ὑγρᾷ
17. μὲν κηρωτῇ κέχρηται. πολὺ μὲν γὰρ ἀφλεγμαντότερα τῆς
1. σκληρᾶς ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι. τοῦ δὲ ποσοῦ
2. καὶ τὴν χρῆσιν αὐτῆς ἐδήλωσε τὸν σκοπὸν εἰπὼν μὴ πάνυ
3. πολλῇ, ὡς μὴ περιπλέῃ τὰ ἐπιδέσματα. τὸν δ’ ἀντικείμενον
4. ὅρον οὐκ ἐδήλωσεν ὡς ἡμῶν νοούντων. ἔστι δ’ αὐτὸς,
5. ὡς οὐδ’ οὕτως ὀλίγῃ κηρωτῇ χρῆσθαι προσῆκεν, ὡς φθάσαι
6. ξηρανθῆναι τὰ τῶν ἐπιδέσμων ὀθόνια, πρὶν ἐπιλύεσθαι
7. διὰ τρίτης. ἄξιον δ’ ἐπισκέψεώς ἐστι διὰ τί κηρωτῇ κελεύει
8. νῦν χρῆσθαι. καίτοι γε ἐν οἷς ἐξέσχεν ὀστοῦν τοῦ
9. δέρματος οἴνῳ χρώμενος αὐστηρῷ μέλανι. δοκεῖ δέ μοι
10. φρονεῖν μὲν ὥσπερ γενναιοτέρου βοηθήματος εἰς τὰ τοιαῦτα
11. τοῦ οἴνου, παραλείπειν δ’ αὐτὸν ἐπὶ τῶν ἄλλων καταγμάτων,
12. ἐν οἷς οὐκ ἐγυμνώθη τι τῶν συντριβέντων ὀστῶν διὰ
13. τὸ πολλῆς ἐπιμελείας δεῖσθαι τὴν χρῆσιν. εἰ μὴ γὰρ συνεχῶς
14. ἐπιβρέχοιτο, μεγίστη γίνεται βλάβη ξηραινομένων
15. τῶν ὀθονίων. ἐπιβρέχειν δὲ συνεχῶς καὶ μάλιστα νύκτωρ
16. οὐκ ἐθέλουσιν οἱ πλεῖστοι τῶν ὑπηρετουμένων τοῖς
17. κάμνουσιν. ἀλλ’ ἐπεί περ εἰς τὰ ἔσχατα νοσήματα αἱ
18. ἔσχαται θεραπεῖαι εἰς ἀκριβείην κράτισται, διὰ τοῦτ’ ἐφ’
1. ὧν ἐξέσχεν ὀστοῦν οἴνῳ χρῆσθαι κελεύει, ἔνθα δὲ χρῆται
2. τῷ οἴνῳ, περὶ τῆς δυνάμεως αὐτοῦ τὰ πλείω. νυνὶ δ’
3. ἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν, ὡς ἐπειδὴ τὰ ἄλλα κατάγματα
4. καὶ χωρὶς οἴνου δύναται θεραπεύεσθαι, μόνῃ τῇ κηρωτῇ
5. χρωμένων ἡμῶν, οὐκ ἀναγκαῖόν ἐστιν ἐπ’ αὐτῶν προσφέροντας
6. ἁμαρτεῖν ὁπότε μέγα διὰ τὴν τῶν ὑπηρετουμένων
7. ἀμέλειαν. ἔνθα δὲ μέγας ὁ κίνδυνος, ἐνταῦθα καὶ αὐτοὶ
8. μὲν ἑκόντες οἱ ὑπηρέται ταλαιπωρεῖσθαι προαιροῦνται καὶ
9. ἡμῖν δὲ παρακαλοῦσι πείθονται. καὶ μέντοι καὶ συνεχέστερον
10. ἐπιφαινόμεθα τοῖς τοιούτοις διὰ τὸ τοῦ κινδύνου μέγεθος
11. ἐνίοτε καὶ παραμένοντες ὅλης νυκτὸς, ὅταν μὴ σφόδρα
12. θαῤῥῶμεν τοῖς ὑπηρέταις τὰ κελευόμενα πρᾶξαι πάντα
13. καλῶς.