16. Ὅπως μὴ κατωτέρω ἄκρην τὴν χεῖρα ἕξει τοῦ
17. ἀγκῶνος, ἀλλὰ σμικρῷ καὶ ἀνωτέρω, ὡς μὴ τὸ αἷμα ἐς
18. ἄκρον ἐπιῤῥέῃ, ἀλλὰ ἀπολαμβάνηται.
1. Ὅτι μὲν οὖν οὕτως σχηματίζεσθαι προσήκει τὸν πῆχυν
2. ὡς ὑποτετάσθαι μὲν τῇ κερκίδι, γωνίαν δὲ ὀρθὴν ἐργάζεσθαι
3. πρὸς μὲν τὸ τοῦ βραχίονος ὀστοῦν ἔμπροσθεν εἴρηται.
4. δυναμένου δὲ τούτου γίγνεσθαι καὶ κατωτέρω τῆς
5. ἄκρας χειρὸς, ὡς πρὸς τὸν ἀγκῶνα, καὶ ἀνωτέρω, εἰκότως
6. ἐπιδιωρίσατο καὶ περὶ τοῦδε, κελεύσας ἀνωτέρω βραχὺ τὴν
7. ἄκραν τοῦ ἀγκῶνος χεῖρα ἔχειν. ἴσμεν γὰρ τὰ κατάῤῥοπα
8. σχήματα ῥευμάτων αἴτια γιγνόμενα τοῖς πέρασι τῶν κώλων
9. καὶ διὰ τοῦθ’ ὡς οἱ δι’ ὅλης τῆς ἡμέρας περιπατήσαντες,
10. οἱ δ’ ἀλεώτερά πως ἔχοντες τὰ σκέλη πρὸ παντὸς ποιοῦνται,
11. νύκτωρ αὐτὰ σχηματίζειν ὑψηλότερα τοῦ ὅλου σώματος.
12. οὕτως οὖν κἀπὶ τῆς ὅλης χειρὸς ὁ Ἱπποκράτης κελεύει φυλάττεσθαι
13. μὲν τὸ κατάῤῥοπον σχῆμα, μεταδιώκειν δὲ τὸ
14. ἀνάῤῥοπον. κἂν ἐπὶ πλέον δ’ αὐτὴν ὑψηλοτέραν ἐκέλευσε
15. τοῦ ἀγκῶνος ἴσχειν, εἰ μὴ καὶ τοῦτο τὸ σχῆμα τοῖς ἐν αὐτῷ
16. χρονίζουσιν ὀδύνην παρεῖχεν, ὅλῃ τε τῇ χειρὶ καὶ μάλιστα
17. τοῖς προσθίοις τοῦ βραχίονος μυσίν. ὅτι μὲν οὖν ὀδυνῶδές
18. ἐστιν ἡ πεῖρά σε διδάξει. τὴν δ’ αἰτίαν τῆς ὀδύνης
1. ἡ φύσις τῶν κινούντων μυῶν τὴν κατ’ ἀγκῶνα διάρθρωσιν
2. ἐπιδείξεται. εἰσὶ γὰρ οἱ κατὰ τὸ πρόσω τε κἀκ τῶν ἔνδον
3. μερῶν τοῦ βραχίονος, οὓς ὅταν κάμπτωμεν τὸν πῆχυν ἐπὶ
4. τὴν ἰδίαν κεφαλὴν ἀνασπῶντες καὶ τείνοντες ἄνω συνανασπῶμεν
5. καὶ συνανατείνομεν ἑαυτοῖς ὅλον τὸν πῆχυν, εἰς ὅσον
6. ἐμπεφύκασι τοῖς κάτω μέρεσιν ἑαυτῶν, ὡς μὴ τὸ αἷμα ἐς
7. ἄκρον ἐπιῤῥέῃ, ἀλλ’ ἀπολαμβάνηται ἐς ἄκρην. τοῦτο ἀναφέρειν
8. ἐχρῆν πρὸς τὸ μὴ κατωτέρω τοῦ ἀγκῶνος ἄκραν τὴν
9. χεῖρα ἔχειν. διὰ μέσου δὲ ἀμφοῖν εἴρηται τὸ, ἀλλὰ μικρῷ
10. ἀνωτέρω, ὡς εἶναι τὸν ὅλον λόγον τοιοῦτον. ὅκως δὲ μὴ
11. κατωτέρω ἄκραν τὴν χεῖρα ἕξει τοῦ ἀγκῶνος, ὡς μὴ τὸ
12. αἷμα ἐς ἄκρον ἀπολαμβάνηται, ἀλλὰ σμικρῷ ἀνωτέρω.