2. Ἢν δὲ τις ἐγκλίνῃ τῇ ἢ τῇ ἐπὶ τὸ πρηνὲς ῥέπειν. ἐλάσσων
3. γὰρ ἡ ἁμαρτὰς ἢ ἐπὶ τὸ ὕπτιον.
5. Δυοῖν σχημάτοιν ἐμνημόνευσεν, ὑπτίου τε καὶ
6. πρηνοῦς, ἃ λέγεται μὲν κατὰ τοῦ σώματος ὅλου, λέγεται δὲ
7. καθ’ ἑνὸς αὐτοῦ μορίου τῆς χειρός. ὅλον μὲν οὖν τὸ σῶμα
8. κεῖσθαι πρηνὲς λέγομεν, ὅταν ἡ μὲν γαστὴρ κάτωθεν,
9. ἄνωθεν δὲ ᾖ τὸ νῶτον. ὕπτιον δὲ ἔμπαλιν, ὅταν ἄνωθεν
10. μὲν ἡ γαστὴρ, κάτωθεν δὲ τὸ νῶτον, ὧν καὶ νῦν αὐτὸς
11. μνημονεύσας σχημάτων ἐνεδείξατο τὸν λόγον αὐτῷ περὶ τῆς
12. χειρὸς ἐσόμενον. οὐ γὰρ δὴ τὸ ὅλον σῶμα κατεαγέναι τις
13. ἢ ἐξηρθρηκέναι δύναται. διὰ τί δὲ ἐπὶ τὸ πρηνὲς αὐτὴν
14. ῥέπειν ἄμεινόν ἐστιν, ὅταν γέ τις σφαλεὶς ἁμάρτῃ τοῦ εὐθέος,
15. αὐτὸς ἐν τοῖς ἑξῆς ἐδίδαξεν.