15. Ὡς ἂν αὐτέῳ ἱκανὸν γένηται τὸ ὀθόνιον ἀναπαλινδρομῆσαι
16. κεῖθι, ἵνα περ τὸ ἕτερον ἐτελεύτησεν.
18. Ὁ μὲν οὖν Ἱπποκράτης ἐπιδέσμοις δύο χρῆται πρὸ
19. τῆς τῶν σπληνῶν ἐπιβολῆς, ἄλλοι δέ τινες ἐχρήσαντο τρισὶν,
1. ἑνὶ μὲν ἐκ τοῦ κατάγματος ἄνω νεμομένῳ, καθάπερ ὁ
2. Ἱπποκράτης ἐκέλευσε, δευτέρῳ δὲ ἐκ τοῦ κατάγματος κάτω
3. καὶ τρίτῳ κάτωθεν ἄνω κατ’ ἀμφοτέρων ὁμοῦ τῶν προτέρων
4. ἑλισσομένων. καὶ μέντοι καὶ τῶν τριῶν ἐπιδέσμων ὁ
5. δεύτερος αὐτοῖς ἐστι βραχύτερος ἑκατέρου τῶν λοιπῶν, ἐκεῖνοι
6. δ’ ἀλλήλοις ἴσοι διὰ τὸ τὸν μὲν πρῶτον αὐτῷ τε τῷ
7. κατάγματι περιβάλλεσθαι δὶς ἢ τρὶς, ἑλίσσεσθαί τε περὶ τὸ
8. κῶλον περιβολαῖς πυκνοτέραις, τὸν δὲ δεύτερον ἅπαξ μὲν
9. τῷ κατάγματι περιβάλλεσθαι, τὰς δὲ περιβολὰς ἔχειν ἀραιοτέρας·
10. τὸν δὲ τρίτον κατ’ ἀμφοῖν μὲν περιβάλλεσθαι. διὰ
11. δὲ τὴν ἀραιότητα τῆς νομῆς οὐ γίγνεσθαι μακρότερον τοῦ
12. πρώτου, ἀλλ’ ὅτι τοὺς εἰρημένους τρεῖς ἐπιδέσμους οἱ δύο
13. περιέχουσιν ἐν ἑαυτοῖς, οὓς Ἱπποκράτης ἔγραψε, δῆλόν ἐστι,
14. κἂν ἐγὼ μὴ λέγω, τοῦ δευτέρου τῶν ἐπιδέσμων εἰς δύο
15. χρείας ὑπηρετοῦντος, ἃς ἐκεῖνοι διελόντες ἑνὶ μὲν ἐχρῶντο
16. πρὸς τὴν ἐκ τοῦ κατεαγότος ἐπὶ τὸ κάτω νομὴν, ἑτέρῳ δὲ
17. εἰς τὴν ἐντεῦθεν ἄνω πρὸς τὸ τοῦ πρώτου τῶν ἐπιδέσμων
18. πέρας.