2. Ἐνταῦθα μὲν οὖν τὰ ὀθόνια ἐπ’ ἀριστερὰ ἢ ἐπὶ δεξιὰ ἐπιδεδέσθω
3. ἢ ἐπὶ ὁκότερα ἂν ξυμφέρῃ πρὸς τὸ σχῆμα τοῦ
4. κατεάγματος καὶ ἐφ’ ὁκότερα ἂν περιῤῥέπειν ξυμφέρῃ.
6. Ἐν τοῖς κατάγμασι τῶν ὀστῶν ἡ ῥοπὴ τῆς διαστροφῆς
7. ἐνίοτε μὲν ἐπὶ τὸ ἀριστερὸν, ἐνίοτε δ’ ἐπὶ τὸ δεξιὸν γίγνεται
8. τοῦ κώλου. χρὴ τοίνυν τῶν πρώτων δύο ἐπιδέσμων ἐξ
9. ὑπεναντίου ποιεῖσθαι τὴν ἐπίδεσιν, ἀρχομένου μὲν ἐξ ἐκείνου
10. τοῦ μέρους, εἰς ὃ τὸ κῶλον ἐνέκλινε, περιῤῥέοντα δ’ ἐπὶ
11. τοὐναντίον· οὕτως γὰρ ἰσόῤῥοπον ἀπεργασθήσεται τὸ κατεαγὸς
12. ὀστοῦν. τοῦτ’ οὖν ἐστιν ὃ λέγει νῦν Ἱπποκράτης
13. κελεύων ἡμᾶς τὴν νομὴν τῆς ἐπιδέσεως πρὸς τὸ σχῆμα τοῦ
14. κατάγματος ποιεῖσθαι, ὅπερ ἐστὶ περιῤῥέπειν ἐπὶ τἀναντία
15. τῆς ἐκτροπῆς αὐτῶν.