18. Μετὰ δὲ ταῦτα σπλῆνας κατατείνειν χρὴ κεχρισμένους
19. κηρωτῇ ὀλίγῃ· καὶ γὰρ προσηνέστερον καὶ εὐθετώτερον.
1. Οἱ σπλῆνες στήριγμα τῶν πρώτων δυοῖν ἐπιδέσμων εἰσὶν,
2. οὓς ἰδίως ὑποδεσμίδας ὀνομάζει, ἐπιβάλλεται δ’ αὐτοῖς
3. ἐναντίως. ἐκεῖνοι μὲν γὰρ ἐγκάρσιοι περὶ τὸ κῶλον ἑλίττονται,
4. κατὰ μῆκος δὲ οἱ σπλῆνες ἐπιτείνονται, τὴν πρώτην
5. τὴν ἐκ δυοῖν ὀθονίων ἐπίδεσιν ὅλην καταλαμβάνοντες. κεχρῆσθαι
6. δ’ αὐτοὺς ὀλίγῃ κηρωτῇ κελεύει· περιῤῥυέντες γὰρ
7. ἀστήρικτοι γιγνόμενοι διὰ τὸ πλῆθος αὐτῆς, ὥσπερ καὶ διὰ
8. τὴν ὀλιγότητα τὴν ἀρχὴν οὐδὲν ἑνωθήσονται τοῖς ὑποδέσμοισιν.
9. ἔστι γὰρ ὥσπερ τι πρὸς ἐκείνοις αὐτοῖς ἡ κηρωτή·
10. φαίνεται δὲ κἀπὶ τῶν ἄλλων ἁπάντων ὅσα κόλλῃ συνδεῖται
11. τὸ μέτριον αὐτῆς ἄριστον. ἐπὶ δὲ τῶν σπληνῶν καὶ
12. θλίψις γίνεται ξηρῶν τ’ ἐπιτεθειμένων τῶν ὀθονίων, ᾧπερ
13. ἀντίκειται τὸ προσηνέστερον, ὥσπερ γε καὶ τῷ εὐθετώτερον
14. ἀντίκειται τὸ διὰ τὸ πλῆθος τῆς κηρωτῆς ἀνέδραστον. εἰκότως
15. οὖν ἔφη, καὶ γὰρ προσηνέστερον καὶ εὐθετώτερον. ἐκ
16. μὲν τοῦ μηδ’ ὅλως κεχρῆσθαι τῇ κηρωτῇ τοῦ σπληνὸς, ἀπολλυμένου
17. τοῦ προσηνοῦς, ἐκ δὲ τοῦ πλέον ἢ χρὴ τοῦ εὐθέτου,
18. τὸ γὰρ πλῆθος τῆς κηρωτῆς ὄλισθον αὐτῆς ἐργάζεται.