18. Προσπεριβάλλειν δὲ χρὴ χαλαρὰ καὶ περὶ τὸν καρπὸν τῆς
19. χειρὸς ἄλλοτε καὶ ἄλλοτε.
1. Συμφλεγμαίνειν μὲν εἴωθεν ἅπαντα τὰ πλησιάζοντα
2. μέρη τοῖς πεπονθόσι. τὰ δὲ πέρατα τῶν κώλων μᾶλλον, ὅτι
3. μικρὰ καὶ ἄσαρκα τελέως ἐστὶ καὶ διὰ τοῦτο τὴν ἐπιῤῥέουσαν
4. ἐκ τῶν περὶ τὸ κάταγμα χωρίων ὕλην ἐπιπόνως ἐπιδέχεται.
5. παρηγορεῖν οὖν αὐτὰ βούλεται τῇ τῆς κηρωτῆς ἐπιθέσει, ἣν
6. ὁπότε ψιλὴν ἄνευ τοῦ σκεπάσαι τινὶ βέλτιον ἦν ἐπιβάλλειν
7. αὐτοῖς, οὔθ’ ἑτέροις ἐπιδέσμοις χρῆσθαι κατ’ αὐτῶν ἀστήρικτον
8. ἔχουσι τὴν ἀρχὴν καὶ τελευτὴν καὶ διὰ τοῦτο περιῤῥυησομένοις
9. ἐν τάχει. συνεχρήσαντο οὖν τοῖς ὅλου τοῦ
10. κατάγματος ἐπιδέσμοις, οὓς χαλαροὺς εἰκότως ἐπιβάλλει μὴ
11. μέλλοντάς γε δυσχερείας παρέξειν, ἀλλὰ καὶ μίαν μόνην τὴν
12. κώλυσιν τῆς φλεγμονῆς, κρατήματος γὰρ μηδενὸς χρῆται
13. τὸ κατεαγός.