16. Πλῆθος δὲ τῶν ὀθονίων ἱκανὸν τὸ πρῶτον αἱ δύο μοῖραι.
1. Κατὰ τὴν πρώτην ἁπασῶν ἐπίδεσιν πᾶσαν ἀξιοῖ τὸ
2. πλῆθος τῶν ὀθονίων ἔλαττον ὑπάρχειν, ἧς οὐ δεησόμεθα
3. προϊόντος τοῦ χρόνου. ἐδίδαξε γάρ σε πηλίκα χρὴ πλείστοις
4. ὀθονίοις χρῆσθαι μικρὸν ὕστερον. ἐπεὶ δὲ τὸ πλῆθος
5. τῶν ὀθονίων ἔκ τε τοῦ ἀριθμοῦ καὶ τοῦ μήκους τῶν
6. ἐπιδέσμων τε καὶ σπληνῶν αὐξάνεται ζητήσεις ὡς ποτέρα
7. μείζους ἢ πλείους κελεύει σοι ποιεῖν τοὺς ἐπιδέσμους ἐπὶ
8. προσήκοντι τῷ χρόνῳ, καὶ μέντοι καὶ πηλίκον εἶναι προσήκει
9. ἕκαστον. τὸ μὲν οὖν πλάτος τε καὶ μῆκος αὐτὸς ὥρισεν
10. ἐν τῷ κατ’ ἰητρεῖον εἰπὼν, τριῶν ἢ τεττάρων πήχεων
11. μὲν μῆκος, δακτύλων δὲ πλάτος οὐδὲ νῦν εἰπεῖν παρέλειπε.
12. δύο γὰρ ὑποδεσμίδας ἀξιοῖ ποιεῖσθαι δι’ ὅλης τῆς ἐπιδέσεως.
13. τούς γε μὴν σπλῆνας ὅτι τριπήχεις ἢ τετραπήχεις
14. εἶναι προσήκει καὶ τοῦτ’ αὐτὸς ἐδίδαξεν. ἀριθμὸν δ’ αὐτὸς
15. εἰκὸς εἶναι τοσοῦτον, ὅσον δ’ ἂν αὐτάρκως περιλαμβάνῃ
16. τὸ κῶλον. οἱ δ’ ἔξωθεν ἐπίδεσμοι κατὰ τῶν σπληνῶν ἐπιβαλλόμενοι
17. δύο μὲν εἰς τὰ πολλὰ γενήσονται, κάτωθεν μὲν
1. ἄνω τὴν φορὰν ποιούμενος ὁ ἕτερος αὐτῶν, ἄνωθεν δὲ κάτω
2. πάλιν ὁ ἕτερος. ἐγχωρεῖ γε μὴν καὶ τρεῖς καὶ τέτταρας
3. αὐτοὺς ποιεῖν, ἀλλ’ ἡμεῖς ἀεὶ δυοῖν χρώμεθα. πρὸς τούτους
4. οὖν τις ἀποβλέπων τοὺς σκοποὺς εὔδηλον ὅτι στοχάσεται
5. κατ’ ἀρχὰς μὲν ταῖς δύο μοίραις τῶν ὀθονίων χρῆσθαι.
6. καθ’ ὃν δ’ ἂν χρόνον ἀφλέγμαντον ᾖ τὸ πεπονθὸς
7. μέρος ταῖς τρισὶν. ἐν μὲν οὖν τῷ κατ’ ἰητρεῖον, ὡς ἔφην,
8. ὥρισε τὸ μῆκος τῶν ἐπιδέσμων ἀξιοῦντος αὐτοῦ τριῶν ἢ
9. τεττάρων εἶναι πήχεων τῶν ἰδίων δηλονότι τοῦ ἐπιδέσμου.
10. γελοῖον γὰρ εἰ τύχῃ παιδίον δυοῖν ἢ τριῶν ἐτῶν οὕτω μακροῖς
11. ὀθονίοις ἐπιδησόμενος ὡς ἀνδρὸς τελείου τεττάρων
12. πήχεων εἶναι τὸ μῆκος ἢ τὸν τέλειον, οὕτως βραχέσιν ὡς
13. τριῶν ἢ τεττάρων εἶναι τῶν τοῦ παιδίου, κατὰ μέντοι τοῦτο
14. βιβλίον οὐχ ὥρισε τὸ μῆκος τῶν ἐπιδέσμων, ὥσπερ οὐδὲ
15. τὸ πλάτος ἡμῖν ἀπολείπων στοχάζεσθαι. δῆλον γὰρ ὅτι
16. πρὸς τὸ μέγεθος τοῦ κατάγματος ἁρμοττομένους ἡμᾶς εὑρίσκειν
17. χρὴ τὸ μῆκος τῶν ἐπιδέσμων, ἀεὶ μὲν τῆς ἐπιδέσεως,
18. ὡς αὐτὸς ἐκέλευσε, προσλαμβανούσης πολὺ τοῦ ὑγιοῦς,
1. οὐκ ἀεὶ δὲ ταὐτὸ, ἀλλὰ κατὰ τὸ μέγεθος, ὡς ἔφη, τοῦ κατάγματος.
2. εἰ δὲ δὶς ἢ τρὶς αὐτῷ τῷ κατάγματι περιβάλλειν
3. χρὴ, μετὰ δὲ ταῦτα πυκναῖς ταῖς περιβολαῖς χρώμενον
4. ἄνευ τελευτῆσαι πολὺ τοῦ ὑγιοῦς ἐπιβάλλοντα. τηλικοῦτον
5. δηλονότι προσήκει τὸ πρῶτον ὀθόνιον ὑπάρχειν, ὡς ἐξαρκέσαι
6. ταῖς πρώταις περιβολαῖς ταῖς εἰρημέναις. ὡσαύτως
7. δὲ καὶ κατὰ τοὺς ἄλλους ἐπιδέσμους τὸ μῆκος αὐτάρκες γιγνέσθω,
8. ὡς ταῖς ὑπ’ αὐτοῦ γεγραμμέναις λέξεσιν ἀρκέσαι.
9. τό γε μὴν πλάτος τῶν ἐπιδέσμων ἐξ ὦν εἴρηκεν αὐτὸς σκοπῶν
10. εὑρήσεις. ἡρμόσθω μὲν γὰρ, φησὶ, πεπιέχθω δὲ μή·
11. τὸ δ’ ἡρμόσθαι τὸ οἷον ἐστηρίχθαι δηλοῖ. τοῦτο δ’ ἔσται
12. μὴ πάνυ πλατέων παρεσκευάσθαι τῶν ὀθονίων, ῥυσοῦται
13. γὰρ ἐν ταῖς περιβολαῖς τὰ τοιαῦτα, ἐπεὶ ἄλλως γε τὸ πλατύτερον
14. ὀθόνιον, ὡς ἂν πλείονα τόπον περιλαμβάνον ἀσφαλέστερον
15. κρατεῖ τὰ κατεαγότα μόρια τῶν ὀστῶν καὶ ὅσον
16. ἐπὶ τοῦτο κάλλιστος ἂν ἦν πλατύτατος ὁ ἐπίδεσμος. ἀλλὰ
17. γὰρ ἐπειδὴ ῥυσούμενος ὁ τοιοῦτος, ἐν οἷς ἂν παραθῇ τοῦτο
18. πάθῃ μέρεσιν ἑαυτοῦ χαλαρώτερος γιγνόμενος, ἀπόλλυσι
1. τὴν ἀσφαλῆ λαβὴν τῶν ὑποκειμένων σωμάτων, διὰ τοῦτο
2. χρὴ μὴ πάνυ πλατὺν ὑπάρχειν αὐτόν. αὐξανέσθω δή σοι
3. τὸ τοῦ ὑποδέσμου πλάτος ἄχρις ἂν ἐνδέχηται, ὡς μηδέπω
4. γίγνεσθαι χαλαρὸν αὐτοῦ τὸ μέρος, διὸ καὶ τὰ τοιαῦτα
5. πάντα κάλλιον ὁ τετριμμένος πράξει. στοχαστικοὶ γὰρ οἱ
6. σκοποὶ καὶ οὐδεὶς τοιοῦτος, οἷον ἐν τῷ γράφειν τε καὶ ἀναγινώσκειν.
7. διὰ τί δὲ πλείοσιν ὀθονίοις ὕστερον χρῆσθαι
8. κελεύει, τηνικαῦτα ἀκούσῃ ὅταν ἐπὶ τὴν ῥῆσιν ἐν ᾗ
9. ταῦτα γράφει παραγενώμεθα.