12. Σημεῖα δὲ τοῦ καλῶς ἰητρευμένου ταῦτα καὶ ὅρος ἐπιδεομένου
13. εἰ ἐρωτῴης αὐτὸν εἰ πεπίεκται καὶ εἰ φαίη μὲν
14. πεπιέχθαι, ἡσύχως δὲ καὶ μάλιστα εἰ κατὰ τὸ κάτηγμα
15. φαίη. τοιαῦτα τοίνυν φάναι χρὴ πεπρηγμένα διὰ τέλεος
16. τὸν ὀρθῶς ἐπιδεόμενον.
18. Ἐπεὶ δὲ στοχαστικοῖς, οὐκ ἐπιστημονικοῖς σκοποῖς οὐδὲ
19. ἡμᾶς χρησομένους ἐν ταῖς τῶν ὀθονίων περιβολαῖς, διὰ
1. τοῦτο σημείοις ἀσφαλέσι κρίνειν ἀξιοῖ τὸ κατωρθωμένον τε
2. καὶ διημαρτημένον αὐτοῖς. ἐὰν μὲν ἱκανῶς θλίβηται πρὸς
3. τῶν ἐπιδέσμων ὁ κάμνων, ἐν τάχει λύσαντες ἄμεινον ἐπιδήσομεν,
4. ἐὰν δὲ χαλαρώτεραι τοῦ προσήκοντος αἱ περιβολαὶ
5. τῶν ὀθονίων ὦσι, μὴ πάνυ πολὺν ἀναμένωμεν χρόνον· ἡ
6. μὲν γὰρ ἰσχυρὰ θλίψις ὀδύνην τε καὶ φλεγμονὴν καί ποτε
7. καὶ νέκρωσιν ἐπιφέρει κατὰ τὸ τοῦ κώλου πέρας.
8. ἡ χαλαρὰ δὲ ἐπιβολὴ τῶν ὀθονίων ἀκίνδυνος μὲν εἰς ταῦτα,
9. διαστρέφεσθαι δὲ ἐπιτρέπει τῷ κώλῳ ἐπὶ τὸ κάταγμα. κατεπείγει
10. τοιγαροῦν ἡ σφοδρὰ θλίψις, ὡς ἐν αὐτῇ τῇ ἡμέρᾳ
11. κατεπιδεῖν ἀναγκάζειν, οὐ μήν γε ἡ χαλαρά· μίαν μὲν γὰρ
12. ἀναμένει πάντως. δύναιτο δ’ ἄν ποτε καὶ τὰς δύο· διὰ
13. τοῦτο γοῦν ἐρωτᾷν ἀκριβῶς χρὴ τὸ ἐπιδεδεμένον, ὁποίας
14. τινὸς αἰσθάνεται τῆς τῶν ὀθονίων ἐπιβολῆς, ἵνα ἐξ ὧν ἀποκρίνεται
15. διαγινώσκωμέν τι περὶ τῆς κατὰ τὴν ἐπίδεσιν ἐπανορθώσεως.
16. προσῆκον δὲ, φησὶ, κατὰ τὸ κάταγμα δεῖν ἀποκρίνεσθαι
17. τὸν ἐπιδεδεμένον αἰσθάνεσθαι μᾶλλον ἤπερ κατὰ
18. τὰ ἄλλα μέρη τοῦ κώλου τῆς ἐκ τῶν ὀθονίων ἐπιδέσεως.
1. αἰσθητικώτερόν τε γὰρ τοῦτο τῶν θλιβέντων ἐστὶ, διότι τε
2. πέπονθεν ἡμεῖς τε μᾶλλον ἐπιέσαμεν ἐνταῦθα τὸν ἐπίδεσμον,
3. ὡς ἂν βουλόμενοι τὸ πᾶν αἷμα ἐκθλίβειν, ἐφ’ ἑκατέρου τοῦ
4. κώλου πόῤῥω τοῦ κατάγματος, οὕτω γὰρ ἔμελλεν ἀφλέγμαντον
5. ἔσεσθαι τὸ πεπονθός.