8. Σημεῖα δὲ ταῦτα τῆς μετριότητος, τὴν μὲν ἡμέρην ἣν ἂν
9. ἐπιδεθῇ καὶ τὴν νύκτα δοκείτω αὐτὸς ἑαυτῷ μὴ ἐπὶ ἧσσον
10. πεπιέχθαι, ἀλλ’ ἐπὶ μᾶλλον. τῇ δ’ ὑστεραίῃ οἰδημάτιον
11. ἐλθεῖν ἐς χεῖρα ἄκρην μαλθακόν· μετριότητος γὰρ
12. σημεῖον τῆς πιέσιός σου.
14. Ἐπειδὴ τὸ κῦρος τῆς ἐπιδέσεως ἐν τῷ ποσῷ τῆς πιέσεώς
15. ἐστιν, ὑφίσταται δὲ τὸ ποσὸν τοῦθ’ ὑπαλλάσσεσθαι
16. διὰ τὴν ἐν μαλακότητί τε καὶ σκληρότητι διαφορὰν τῶν μορίων,
17. οὐχ ἥκιστα δὲ καὶ διὰ τὸ τινὰ μὲν σώματα φύσει
18. δυσαίσθητα, τινὰ δὲ εὐαίσθητα ὑπάρχειν, εἰκότως ἐκ πολλῶν
1. σημείων πειρᾶται τὴν ἀσφάλειαν τῶν θεραπευομένων
2. πορίζεσθαι. διὰ τοῦτ’ οὖν οὐκ ἤρκεσεν αὐτῷ μόνα τὰ ἐκ
3. τῆς ἐρωτήσεως, ἀλλὰ καὶ τοῖς μορίοις αὐτοῖς ἀξιοῖ προσέχειν
4. ἡμᾶς καὶ μάλιστά γε τοῖς πέρασιν αὐτῶν. οἰδημάτιον
5. γὰρ ἔσεσθαί φησιν, ἐὰν συμμέτρως πιέσωμεν ἐν ἄκρᾳ τῇ
6. χειρὶ κατὰ τὴν δευτέραν ἡμέραν μαλθακὸν, ὅπερ ἐστὶ τὸ
7. εἶκον, εἰ πιέζομεν αὐτὸ, τοὺς δακτύλους ἐπιβάλλοντες, ὡς εἴ γε
8. τοῦτο τὸ οἰδημάτιον ἢ μηδ’ ὅλως εὕροιμεν ἢ σκληρὸν εἰδέναι
9. χρὴ σαφῶς, ἐνδεέστερον μὲν πεπιέχθαι τὸ κάταγμα,
10. μηδ’ ὅλως εὑρεθέντος ἐπὶ μᾶλλόν γε τεθλίφθαι σκληροῦ
11. φανέντος. εὔδηλον γὰρ ὅτι τῶν ἐκθλιβομένων χυμῶν ὑπὸ
12. τῆς ἐπιδέσεως ἐπὶ τὸ πέρας τοῦ κώλου πολλῶν γιγνομένων,
13. πληρωθήσεται τὸ ἄκρον αὐτοῦ καὶ θλιβόμενον τοῖς δακτύλοις
14. οὐχ ὑπείξει. καὶ τοῦτ’ ἔσται σοι σημεῖον σφοδρᾶς πιέσεως,
15. ὥσπερ γε καὶ εἰ μηδ’ ὅλως οἰδήσειεν ἡ ἄκρα χεὶρ,
16. ἔσται σοι καὶ τοῦτο τεκμήριον τοῦ μηδ’ ὅλως ἐκτεθλίφθαι
17. τε πρὸς τῆς ἐπιδέσεως. ἀνάλογον μὲν γὰρ ἀεὶ τῷ πόσῳ
18. τῆς πιέσεως τὸ ποσὸν τῶν ἐκθλιβομένων γίνεται χυμῶν.
1. ἀναλόγως δὲ τούτῳ τὸ ποσὸν ὂν τοῦ οἰδήματος, ὥστ’ εἰκότως
2. ἀντίτυπον μὲν καὶ μέγα τὸ κατ’ ἄκρον τὸ κῶλον οἴδημα
3. γίγνεται, σφοδρῶς θλιψάντων τὸ κατεαγὸς αὐτοῦ μέρος. εἶκον
4. δὲ καὶ μικρὸν ἀτρέμα πιεσάντων, ὥσπερ εἰ καὶ μηδ’
5. ὅλως πιέσαιμεν, οὐδ’ ὅλως ἔσται τὸ οἴδημα. πρόδηλον οὖν
6. ὡς μεγάλου μὲν ἀντιτύπου φανέντος οἰδήματος ἐν ἄκρᾳ τῇ
7. χειρὶ κατὰ τὴν δευτέραν ἡμέραν ἀντικωλυτέον ἐστὶ καὶ καταντλητέον
8. ὕδατι πολλῷ θερμῷ παραχέοντας δαψιλὲς
9. ἔλαιον ἐπιδετέον τε μετρίως πιέζοντας. εἰ δὲ μηδ’ ὅλον
10. εἴη γεγονὸς οἴδημα κατὰ τὴν δευτέραν ἡμέραν, ἐν τῇ τρίτῃ
11. τῶν ἡμερῶν ἐπιλύσας δήσεις εὐτονώτερον, εἰ δὲ μέτριον εἴη
12. γεγονὸς οἰδημάτιον, ὁ μὲν οὖν Ἱπποκράτης καὶ τοῦτο διὰ
13. τρίτης λύει, ἐγὼ δὲ εἰς τὴν τετάρτην ἡμέραν ἀναβαλλόμενος
14. ἐνίοτε μὲν καὶ πέμπτην μάλιστα ἐν χειμῶνι χεῖρον οὐδὲν
15. εὗρον γιγνόμενον.