Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 1.4, ed. Kühn, 1830, vol. 18b, p. 337-338. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:1.4


2. Οἱ μὲν οὖν μηδὲ προβουλεύσαντες οὐδὲν ἐξαμαρτάνουσι ὡς
3. ἐπὶ τὸ πουλύ. αὐτὸς γὰρ ὁ ἐπιδεόμενος τὴν χεῖρα ἀπορέγει
4. οὕτως ὑπὸ τῆς δικαίης φύσεως ἀναγκαζόμενος.

6. Οἱ ἰατροὶ, φησὶν, οἱ μηδὲν προδιασκεψάμενοι περὶ τοῦ
7. κατὰ φύσιν ἐν τῇ χειρὶ σχήματος, ὡς τὸ πολὺ βέλτιον θεραπεύουσι
8. τῶν μοχθηρῷ λογισμῷ χρωμένων. αὐτὸς γὰρ ὁ
9. ἐπιδεῖσθαι μέλλων ἰδιώτης τὴν χεῖρα παρέχει τῷ ἰατρῷ
10. κατὰ τὸ ἀνωδυνώτατον σχῆμα διδασκόμενος ὑπὸ τῆς φύσεως,
11. ἣν καὶ νῦν δικαίαν ὠνόμασεν, ὡς ἂν τὸ προσῆκον,
12. ὅπερ ἐστὶν οἰκεῖον, εὑρίσκουσαν ἑκάστῳ μορίῳ κατὰ τὴν ἐξ
13. ἀρχῆς γένεσιν καὶ τὴν μετὰ ταῦτα διοίκησιν ἐν ἁπάσῃ τῇ
14. ζωῇ. αὐτὸς γὰρ ὁ ἐπιδησόμενος τὴν χεῖρα ἀπορέγει. τὸ
15. ἀπορέγειν τινὲς μὲν ἤκουσαν ἐν ἴσῳ τῷ ὀρέγειν, τουτέστι
16. παρέχειν τῷ ἰατρῷ, τινὲς δὲ ἐπὶ τοῦ ἀποκωλύειν τὸν ἀβελτέστερον
17. ἰατρὸν ἐπὶ τοὐναντίον ἀπάγειν. φύσει γὰρ ἄπαντες
18. ἄνθρωποι τὸ ἀνωδυνώτατον αἱροῦνται σχῆμα καθ’ ἕκαστον 
1. τῶν μορίων. αὐτὸ δὲ τοῦτο δείκνυσιν ὁ Ἱπποκράτης
2. ἰθύτατον εἶναι. παρέχουσί τε οὖν ἑαυτοὺς οἱ κάμνοντες ἐν
3. τούτῳ μετασχηματιζόντων τε τῶν ἰατρῶν εἰς ἕτερον ἀγανακτήσουσιν,
4. ἀντετείνοντές τε καὶ οὐ συνεπόμενοι διὰ τὴν
5. ὀδύνην καὶ τοῦτό φασιν ὑπὸ τοῦ Ἱπποκράτους δεδηλῶσθαι
6. διὰ τοῦ ἀπορέγειν ῥήματος. ὁπότερον δ’ ἂν ᾖ κεχρημένος
7. αὐτῶν τὸ πρᾶγμα ταὐτὸν ἑκατέρως διαμένει. τῶν γὰρ ἰατρῶν
8. ὅσοι μοχθηρῶς σοφιζόμενοι κακῶς σχηματίζουσι τὴν
9. χεῖρα, βελτίους εἰσὶν οἱ ἰδιῶται τὸ ἀνώδυνον αἱρούμενοι
10. σχῆμα. ἀπορέγει γὰρ οὕτως ὑπὸ τῆς δικαίας φύσεως ἀναγκαζόμενος·
11. ἔνιοι μὲν κοινὸν ἀμφοῖν εἶναι νομίζουσι, μένοντος
12. δὲ τοῦ διδασκομένου πράγματος, ὅπως ἄν τις
13. ἀκούῃ, τὸ ζητεῖν ἐπὶ πλέον ὑπὲρ τῶν τοιούτων περιττόν.
14. ἄχρηστά τε γὰρ ἅμα καὶ δυνατὰ τοὐπίπαν ἐστὶν εὑρίσκεσθαι
15. τὰ κατὰ τὰς ἀμφιβόλους λέξεις εἰρημένα, διὸ καὶ
16. παρατρέχειν αὐτὰ χρὴ τὸν τοῦ χρόνου φειδόμενον ὡς ἐχρῆν
17. εἰς τὰ χρήσιμα μᾶλλον ἀναλίσκειν αὐτόν.

Cliquer un n° de page pour en afficher l’image