Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 1.40, ed. Kühn, 1830, vol. 18b, p. 391-394. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:1.40


15. Ἀπολύσαντα δὲ χρὴ τριταῖον ἐόντα κατατεινάμενον καὶ
16. διορθωσάμενον, κἢν μετρίως τὸ πρῶτον ἐτετυχήκεις ἐπιδήσας·
17. ταύτην τὴν ἐπίδεσιν χρὴ ὀλίγῳ μᾶλλον ἢ ἐκείνην
18. πιέσαι. βάλλεσθαι δὲ χρὴ τὰς ἀρχὰς κατὰ τὸ κάτηγμα,
19. ὥσπερ καὶ τὸ πρότερον· ἢν μὲν τοῦτο πρότερον ἐπιδέῃς,
1. ἐξαρείαται ἐκ τούτου οἱ ἰχῶρες ἐς τὰς ἐσχατιὰς ἔνθα καὶ
2. ἔνθα. ἢν δέ τι ἄλλο πρότερον πιέζῃς, ἐς τοῦτο ἐξαρείαται
3. ἐκ τοῦ πιεχθέντος, ἐς πολλὰ δ’ εὔχρηστον τὸ ξυνιέναι·
4. οὕτως οὖν ἄρχεσθαι μὲν ἀεὶ χρὴ τὴν ἐπίδεσιν καὶ
5. τὴν πίεσιν ἐκ τουτέου τοῦ χωρίου. τὰ δ’ ἄλλα
6. κατὰ λόγον, ὡς ἂν προσωτέρω ἀπὸ τοῦ κατάγματος ἀγάγῃς
7. ἐπὶ ἧσσον τὴν πίεσιν ποιέεσθαι. χαλαρὰ δὲ παντάπασιν
8. μηδέποτε περιβάλλειν, ἀλλὰ προσπεπτωκότα. ἔπειτα
9. δὲ πλείοσιν ὀθονίοισιν χρὴ ἐπιδεῖν ἑκάστην τῶν ἐπιδεσίων.
10. ἐρωτώμενος δὲ φάτω ὀλίγῳ μᾶλλον οἱ πεπιέχθαι
11. ἢ τὸ πρότερον καὶ μάλιστα φάτω κατὰ τὸ κάτηγμα· καὶ
12. τὰ ἄλλα δὲ κατὰ λόγον καὶ ἀμφὶ τῷ οἰδήματι καὶ ἀμφὶ
13. τῷ πονέειν καὶ ἀμφὶ τῷ ῥηίζειν κατὰ λόγον τῆς προτέρης
14. ἐπιδέσιος γινέσθω. ἐπὴν δὲ τριταῖος ᾖ, χαλαρωτέρα
15. οἱ δοκείτω εἶναι τὰ ἐπιδέσματα, ἔπειτα ἀπολύσαντα χρὴ
16. αὖθις ἐπιδῆσαι ὀλίγῳ μᾶλλον πιέζοντα καὶ ἐν πᾶσι τοῖσιν
17. ὀθονίοισιν οἷσί περ ἤμελλεν ἐπιδεῖσθαι καὶ ἔπειτα
18. πάντα αὐτὸν ταῦτα καταλαβέτω, ἅπερ καὶ ἐν τῇσι πρώτῃσι
19. περιόδοισιν τῶν ἐπιδεσίων.

1. Ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν εἰ ὅσον προσήκει
2. πιέζειν οὐ πιέσομεν ὀδυνωμένου τοῦ κάμνοντος ἐπὶ τῇ
3. πληγῇ, πάντων δὲ καλῶς γεγενημένων ἐν τῇ τρίτῃ τῶν
4. ἡμερῶν ἀνωδυνώτερον ἔχοντες τὸν ἄνθρωπον αὐξήσομεν τὴν
5. τάσιν, οὐ μὴν οὐδὲ νῦν, εἰς ὅσον ἡ διάθεσις ἀπαιτεῖ. τοῦτο
6. γὰρ ἐὰν ὀρθῶς πάντα γένηται, κατὰ δὲ τὴν πέμπτην ἡμέραν
7. ὑπάρξει, διὸ καὶ τοῖς ὀθονίος πλείστοις χρῆσθαι τηνικαῦτα
8. καὶ τῇ τάσει τελεωτάτῃ μεμνημένων ἡμῶν, ὡς ἁπάντων
9. τῇ προσηκούσῃ τάξει γιγνομένων ὁ λόγος οὗτος αὐτῷ
10. περαίνεται, ὡς εἴ γε διὰ τὸ πλημμεληθὲν ἐν τῷ μεταξὺ μηδέπω
11. τελέως ἀφλέγμαντος ἡ χεὶρ εἴη τῇ πέμπτῃ τῶν ἡμερῶν,
12. οὐδ’ ἡμεῖς χρησόμεθα τοῖς ὀθονίοις πᾶσιν. ἡ μὲν
13. γὰρ ἀσφάλεια τῆς τῶν κατεαγότων ἐπιδέσεως καὶ τοῦ πλήθους
14. τῶν ὀθονίων, ὡς αὐτὸς ἔφη γίγνεται. μάλιστα δ’
15. αὐτῇ χρώμεθα κατ’ ἐκεῖνον τὸν καιρὸν, ἐν ᾧ προσεσταλμένον
16. μὲν ἱκανῶς φαίνεται τὸ περὶ τὸ κάταγμα χωρίον, αὐτὸ
17. δὲ τὸ συντετριμμένον ὀστοῦν χαλαρὸν καὶ εὐπαράγωγον εἰς
18. κατόρθωσιν. ἐὰν οὖν ποτε συμβῇ μὴ γενέσθαι τοῦτο κατὰ
19. τὴν πέμπτην ἡμέραν, ἀναμενοῦμεν ἑτέραν περίοδον λύσεως
1. εἰς τὴν ἑτέραν ἑβδόμην ἀφικνουμένην δηλονότι. διὰ τρίτης
2. γὰρ ἀξιοῖ λύειν καὶ μετεπιδεῖν, ἄχρις ἂν εἰς νάρθηκας ἐμβάλλῃ
3. τὸ κάταγμα χάριν τοῦ καταντλεῖν ὕδατι θερμῷ κενώσεως
4. ἕνεκα τῶν ἐν τῷ κατεαγότι μορίῳ χυμῶν, ὅσοι λεπτοὶ
5. καὶ ὀῤῥώδεις εἰσὶ διαπνέεσθαι δεόμενοι. ἅμα δὲ καὶ παρηγορητικὸν
6. ὀδύνης τοῦτο καὶ κνήσεως ἰατικὸν, ὡς ὅταν γε
7. μήτε κνήσεως αἰσθάνηται μήτε ὀδύνης ὁ ἄνθρωπος ἅπαντά
8. τε τὰ λελεγμένα σημεῖα τοῦ περαίνεσθαι καλῶς τὰ περὶ
9. τὸ κάταγμα φαίνηται, κἂν διὰ τετάρτης λύσῃς, οὐδὲν βλάψεις
10. καὶ μάλιστα χειμῶνος, ἔτι δὲ μᾶλλον ἀνθρώπους
11. ἀγροίκους ἀλουτεῖν εἰθισμένους τὰ πολλά. τοὺς δὲ καθ’
12. ἑκάστην ἡμέραν εἰωθότας λούεσθαι καὶ μᾶλλον εἰ δὶς τοῦτο
13. ποιεῖν, οὐ χρὴ διὰ μακροῦ λούειν, ἔτι δὲ μᾶλλον εἰ καὶ μαλακόσαρκοι
14. φύσει τύχοιεν εἶναι.

Cliquer un n° de page pour en afficher l’image