Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 1.41, ed. Kühn, 1830, vol. 18b, p. 394-399. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:1.41


17. Ἐπὴν δὲ τριταῖος γένηται, ἑβδομαῖος δὲ ἀπὸ τῆς πρώτης
18. ἐπιδέσιος, ἢν ὀρθῶς ἐπιδέηται, τὸ μὲν οἴδημα ἐν ἄκρῃ τῇ
1. χειρὶ ἔσται, οὐδὲ τοῦτο λίην μέγα. τὸ δ’ ἐπιδεόμενον
2. χωρίον ἐν πάσῃσι τῇσιν ἐπιδέσεσιν ἐπὶ τὸ λεπτότερον
3. καὶ ἰσχνότερον εὑρεθήσεται. ἐν δὲ τῇ ἑβδόμῃ καὶ πάνυ
4. λεπτὸν καὶ τὰ ὀστέα τὰ κατεηγότα ἐπὶ μᾶλλον κινεύμενα
5. καὶ εὐπαράγωγα ἐς κατόρθωσιν. καὶ ἢν ᾖ ταῦτα τοιαῦτα,
6. κατορθωσάμενον χρὴ ἐπιδῆσαι ὡς ἐς νάρθηκας, ὀλίγῳ
7. μᾶλλον πιέσαντας ἢ τὸ πρότερον, ἢν μὴ πόνος τις πλείων
8. ᾖ ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρί. ἐπὴν δ’
9. ἐπιδήσῃς τοῖσιν ὀθονίοισι τοὺς νάρθηκας περιθεῖναι χρὴ
10. καὶ περιλαβεῖν ἐν τοῖσι δεσμοῖσιν ὡς χαλαρωτάτοισιν,
11. ὁκόσον ἠρεμέειν ὥστε μηδὲν ξυμβάλλεσθαι ἐς τὴν πίεσιν
12. τῆς χειρὸς τὴν τῶν ναρθήκων πρόσθεσιν. μετὰ δὲ ταῦτα
13. ὅ τε πόνος αἵ τε ῥᾳστῶναι αἱ αὐταὶ γινέσθωσαν, αἵπερ καὶ
14. ἐν τῇσι πρώτῃσι περιόδοισι τῶν ἐπιδεσίων. ἐπὴν δὲ
15. τριταῖος ἐὼν φῇ χαλαρὸν εἶναι, τότ’ ἔπειτα χρὴ
16. τοὺς νάρθηκας ἐρείσασθαι, μάλιστα μὲν κατὰ τὸ κάτηγμα,
17. ἀτὰρ καὶ τἄλλα κατὰ λόγον, εἴπερ καὶ ἡ ἐπίδεσις ἐχάλα
18. μᾶλλον ἢ ἐπίεζε. παχύτατον δὲ χρὴ εἶναι τὸν νάρθηκα,
19. ᾗ ἐξέστη τὸ κάτηγμα, μὴ μὲν πολλῷ. ἐπιτηδεύειν
1. δὲ χρὴ μάλιστα μὲν κατ’ ἰθυωρίην τοῦ μεγάλου δακτύλου,
2. ὡς μὴ κείσεται ὁ νάρθηξ, ἀλλὰ τῇ ἢ τῇ, μηδὲ κατὰ
3. τὴν τοῦ σμικροῦ δακτύλου ἰθυωρίην, ᾗ τὸ ὀστέον ὑπερέχειν
4. ἐν τῷ καρπῷ, ἀλλὰ τῇ ἢ τῇ. ἢν δὲ ἄρα πρὸς τὸ
5. κάτηγμα ξυμφέρει κεῖσθαι κατὰ ταῦτά τινας τῶν ναρθήκων
6. βραχυτέρους αὐτοὺς χρὴ τῶν ἄλλων ποιέειν, ὡς
7. μὴ ἐξικνέωνται πρὸς τὰ ὀστέα τὰ ὑπερέχοντα παρὰ τὸν
8. καρπὸν, κίνδυνος γὰρ ἑλκώσιος καὶ νεύρων ψιλώσιος. χρὴ
9. δὲ διὰ τρίτης ἐρείδειν τοῖσι νάρθηξιν πάνυ ἡσυχῇ οὕτω
10. τῇ γνώμῃ ἔχοντας, ὡς οἱ νάρθηκας φυλακῆς εἵνεκα τῆς
11. ἐπιδέσιος προσκέωνται, ἀλλ’ οὐ τῆς πιέσιος εἵνεκεν ἐπιδέωνται.
12. ἢν μὲν οὖν εὖ εἰδῇς ὅτι ἱκανῶς τὰ ὀστέα ἀπίθυνται
13. ἐν τῇσι προτέρῃσιν ἐπιδέσεσιν καὶ μήτε κνησμοί
14. τινες λυπέωσι μήτε τις ἕλκωσις μηδεμία ὑποπτεύηται
15. εἶναι, ἐᾷν χρὴ ἐπιδεδέσθαι ἐν τοῖσι νάρθηξιν, ἔστ’ ἂν
16. ὑπὲρ εἴκοσιν ἡμέρας γίνηται· ἐν τριήκοντα δὲ μάλιστα
17. τῇσι ξυμπάσῃσι κρατύνεται ὀστέα τὰ ἐν τῷ πήχει
18. τὸ ἐπίπαν.

1. Εἰ τοιοῦτον ἐδυνάμεθα ποιῆσαι τὸ κατεαγὸς ἐν τῇ
2. τρίτῃ τῶν ἡμερῶν, ὁποῖον εἰς τὰ πολλὰ κατὰ τὴν ἑβδόμην
3. γίνεται, τοὺς νάρθηκας ἀναγκαῖον περιεβάλλομεν. ἐπεὶ δὲ,
4. ὡς εἶπεν αὐτὸς, ἐν τῇ ζ΄ πάνυ λεπτὸν φαίνηται, δι’ οὖ ῥήματος
5. ἐδήλωσε τὸ καὶ τῆς ὑγιεινῆς αὐτὸ καταστάσεως ὡς
6. εἶχε πρότερον ἰσχνότερον γίγνεσθαι, διὰ τοῦτο κατ’ αὐτὴν
7. τὴν ἡμέραν αὐτῷ περιτίθησι τοὺς νάρθηκας ἐπιμελέστατα
8. δηλονότι διαπλάσας νῦν τὸ κῶλον, ὡς ἂν καὶ τῶν ὀστῶν
9. μὲν χαλαρῶν. εἰ δὲ χρεία τῶν ναρθήκων ἐστὶν, ἥπερ δὴ
10. καὶ τῶν σπληνῶν ἔμπροσθεν εἴρηται, κρατεῖσθαι τὸ κατεαγὸς
11. ὀστοῦν. ἐπεὶ δὲ συμφῦναι πρὸς ἑαυτὸ καθάπερ ἡ σὰρξ
12. οὐ δύναται διὰ τὴν φυσικὴν ξηρότητα, οἷον δεσμός τις ὢν
13. ὁ πῶρος αὐτῶν γίγνεται περιφυόμενος τοῖς χείλεσι τοῦ κατάγματος.
14. ἡ γένεσις δ’ αὐτῷ τὸ ἐξ αὐτοῦ τοῦ συντριβέντος
15. ὀστοῦ τῆς τροφῆς περίττωμα· καὶ ὅταν γε μὴ καλῶς
16. ὁ κάμνων ᾖ διαιτώμενος ἢ καὶ πληθωρικὸς ὑπάρχων, πολὺ
17. τοῦτο τὸ περίττωμα, ὃ προχεόμενον ὅλους διαβρέχει τοὺς
18. ἐπιδέσμους αἵματι παχεῖ παραπλήσιον. ὅσον οὖν αὐτοῦ
19. κατὰ τὴν ἔγχυσιν ἐπὶ τοῖς χείλεσι τῶν τοῦ κατεαγότος ὀστοῦ 
1. μερῶν ἐπιπαγῇ, τοῦτο τῷ χρόνῳ μεταβαλλόμενον ὑπ’ αὐτοῦ
2. τοῦ ψαύοντος ὀστοῦ παραπλήσιον αὐτῷ γίγνεται καὶ
3. καλεῖται πῶρος. ἐὰν οὖν σείηται καὶ διακινῆται τὰ χείλη
4. τοῦ κατάγματος, ἥ τε πίεσις αὐτοῦ κωλυθήσεται καὶ διὰ
5. τοῦτο καί ἡ τοῖ κατάγματος πώρωσίς γε καὶ γένεσις. ὁποῖον
6. γάρ τι τοῖς ἑνουμένοις ξύλοις ἐστὶν ἡ κόλλη, τοιοῦτον τοῖς
7. συντριβομένοις ὀστοῖς ὁ πῶρος. εἰκότως οὖν ἡσυχίας ἀκριβῶς
8. δεῖται τὰ διὰ πώρου κολλώμενα κατάγματα· σεισθεὶς
9. γὰρ ὁ πηγνύμενος πῶρος διαλύεται παραπλησίως τῇ τὰ
10. ξύλα συναγούσῃ κόλλῃ καὶ τῷ πηγνυμένῳ γάλακτι. ταύτην
11. οὖν αὐτῷ τὴν ἡσυχίαν ἥ τ’ ἀκριβεστέρα πίεσις ἐκ τῶν ἐπιδέσμων
12. καὶ ἡ τῶν ταῦτα κρατούντων ἔξωθεν γίγνεται. κρατεῖ
13. δ’ αὐτὰ τό τε πλῆθος τῶν ὀθονίων καὶ οἱ νάρθηκες.
14. τὰ δ’ ἐφεξῆς ἅπαντά εἰσι σαφῆ τοῖς προσέχουσι τὸν νοῦν·
15. κελεύει γὰρ εἵ πού τι χαλαρὸν γίγνοιτο τῆς δέσεως
16. ἐπισφίγγειν διὰ τρίτης τοὺς νάρθηκας, οὐ μέντοι λύειν ὅλην
17. τὴν ἐπίδεσιν, εἰ μὴ κνησιῶν ὁ ἄνθρωπος τύχῃ σφοδρῶς ἢ
18. καὶ τινα ἕλκωσιν ὑποπτεύοιμεν. ἡ δ’ αἰτία τοῦ κατ’ ἀρχὰς
19. μὲν μᾶλλον, ὕστερον δ’ ἧττον κνησιᾷν ἡ κένωσίς ἐστι τοῦ
1. πεπονθότος μορίου· κνησιῶσι γὰρ ὑπὸ τῶν ἐξερχομένων
2. περιττωμάτων ἀτμωδῶν, δακνόμενοι μετρίως, ὡς ὅταν γε
3. σφοδρῶς δάκνωνται μετ’ ὀδύνης αὐτοῖς ἤδη τὸ κνησιᾷν
4. ὑπάρχειν. ὅταν οὖν κενὸν μόριον, ἢ οὐδὲν γεννᾷ περίττωμα
5. τοιοῦτον ἢ παντάπασιν ἐλάχιστον.

Cliquer un n° de page pour en afficher l’image