Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 1.42, ed. Kühn, 1830, vol. 18b, p. 399-401. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:1.42


8. Ἀτρεκὲς δὲ οὐδέν· μάλα γάρ τε καὶ φύσις φύσιος καὶ
9. ἡλικίη ἡλικίης διαφέρει.

11. Οὐχ ἁπλῶς εἰπὼν ἡλικίαν ἡλικίας διαφέρειν, ἀλλὰ
12. προσθεὶς τὸν σύνδεσμον ἐπιδείκνυται καὶ ἄλλας αἰτίας εἶναι,
13. δι’ ἃς οὐ πάντα τὰ τοῦ πήχεως κατάγματα τριάκονθ’ ἡμέρας
14. κρατύνεται, τινὰ δὲ ἦττον· ἀλλ’ ἔστιν ἥ τε τοῦ ἔτους
15. ὥρα καὶ χώρα καὶ φύσις τοῦ θεραπευομένου σώματος, ἥ τε
16. τοῦ ἔτους κατάστασις αὐτοῦ καὶ δίαιτα καὶ ὁ τρόπος τῆς
17. δέσεως. θᾶττον γὰρ κρατύνεται, τουτέστιν ἀσφαλῶς πωροῦται
18. διά τε τὴν ὕλην ἑξῆς ὁ πῶρος γίγνεται συμμέτρως
1. ἔχουσαν ἐν ποσότητί τε καὶ ποιότητι καὶ διὰ τὴν ῥώμην
2. τῆς πηγνυούσης αὐτὴν δυνάμεως. εἰς χρόνον δὲ ἐκπίπτει
3. πλείονα διά τε τὴν ἔνδειαν τῆς ὕλης· ὃ γάρ ἐν ἐλάττονι
4. χρόνῳ δι’ εὐπορίας τῆς ὅλης αἱ δυνάμεις ἐργάζονται, τοῦτ’
5. ἐν πλείονι δι’ ἀπορίαν. ἔστι δ’ ὅτε καὶ διὰ πλῆθος ἄμετρον.
6. ἀποκλύζεται γὰρ ὁ πηγνύμενος πῶρος ὑπὸ τῆς ἐπιῤῥεούσης
7. ἔνδοθεν ὑγρότητος, ὅταν ᾖ πολλή τε ἅμα καὶ συνεχής·
8. ἔστι δὲ τὸ μὲν πάχος τῆς ὕλης ἐπιτηδειότερον εἰς τὸ
9. παγῆναί τε καὶ γενέσθαι πῶρον. ἡ δ’ ὑγρότης ὅταν ὑδατώδης
10. ἐστὶ καὶ λεπτὴ καὶ τὴν σύστασιν ἀνεπιτήδειος εἰς
11. πώρου σύστασιν. ὅτι δὲ ἡ δύναμις ἡ μέν ἰσχυρὰ θᾶττον
12. ἐργάζεται τὸ ἑαυτῆς ἔργον, ἡ δὲ ἀσθενεστέρα βραδύτερον
13. οὐδὲ λόγου δεῖται. διὰ ταῦτα μὲν ἐν διαφόροις χρόνοις αἱ
14. πωρώσεις γίγνονται τοῖς συντετριμμένοις ὀστοῖς, αὐτὰ δὲ
15. ταῦτα τὰ νῦν λεγόμενα διὰ τὰς ἔμπροσθεν εἰρημένας αἰτίας
16. ὑπαλλάττεται· καὶ γὰρ πλείων καὶ ἐλάττων ὕλη καὶ
17. παχυτέρα καὶ λεπτοτέρα γίγνεται διά τε τὴν ἐξ ἀρχῆς
18. ἑκάστου κρᾶσιν καὶ διὰ τὴν ἐπίκτητον, ἐν ᾧ θεραπεύεται
19. χρόνῳ κατάγμασιν, ἔτι τε δίαιταν ἣν διαιτῶνται καὶ τρόπον
1. ἐπιδέσεως ἣν ἐπιδοῦνται, τήν θ’ ἡλικίαν καὶ τὴν ὥραν καὶ
2. τὴν χώραν, ἔξ ὧν ἁπάντων καὶ ἡ δύναμις ἤτοι γ’ ἀσθενὴς
3. ἢ ἰσχυροτέρα γίγνεται.

Cliquer un n° de page pour en afficher l’image