Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 1.43, ed. Kühn, 1830, vol. 18b, p. 401-402. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:1.43


6. Ἐπὴν δὲ λύσῃς, ὕδωρ θερμὸν καταχέαι χρὴ καὶ μετεπιδῆσαι
7. ἧσσον μὲν ὀλίγῳ πιέσαντα ἢ τὸ πρόσθεν, ἐλάσσοσι
8. δὲ τοῖσιν ὀθονίοισιν ἢ τὸ πρότερον, καὶ ἔπειτα διὰ τρίτης
9. ἡμέρης λύσαντα ἐπιδεῖν, ἐπὶ μὲν ἧσσον πιέζοντα, ἐπὶ
10. δὲ ἐλάσσοσι τοῖσιν ὀθονίοισιν.

12. Ηὔξησεν ἀπ’ ἀρχῆς καὶ πλῆθος τῶν ὀθονίων καὶ τὴν
13. πίεσιν ἄχρι τῆς τῶν ναρθήκων ἐπιδέσεως. ἐκείνους
14. δὲ ἐπιθεὶς κατὰ τὴν ζ΄ ἡμέραν ἄλυτον ἐφύλαξε τὸ κῶλον
15. ἄχρι τῆς κ΄, οἷον κρηπῖδα βεβαίαν βάλλεσθαι βουλόμενος τῆ
16. πωρώσει. γιγνομένης δ’ αὐτῆς οὐκέτ’ ἐν ἡσυχίᾳ παντελῶς
17. φυλάττει τὸ κάταγμα· προσήκει γὰρ ἀνατρέφειν τὸν πῶρον,
18. ὅταν ἀσφαλῶς ῥιζωθῇ, τὸ δ’ ἀνατρέφειν γίγνεται τῇ χορηγίᾳ
1. τῆς ὕλης, ἣν ὥσπερ ἀποστρέψαμεν ἐξ ἀρχῆς ἀπὸ τοῦ
2. πεπονθότος εἰς ἕτερα μόρια τοῦ σώματος, οὕτω νῦν χρὴ
3. προσκαλεῖσθαι καταχέοντας ὕδωρ θερμόν· καὶ ἐν αὐτῇ τῇ
4. ἀρχῇ παντάπασιν αὐτὴν ἐκωλύομεν ἐπὶ τὸ πεπονθὸς ἔρχεσθαι,
5. τῷ πλήθει τῶν ὀθονίων καὶ τῇ πιέσει αὐτὴν νῦν οὐ
6. προσήκει κωλύειν ἐπιῤῥεῖν ἀφαιροῦντας κατὰ βραχὺ τῶν
7. ὀθονίων, ἅμα τῷ καὶ τὴν πίεσιν κωλύειν.

Cliquer un n° de page pour en afficher l’image