10. Ἐπὴν δὲ, ὅταν τοῖσι νάρθηξι δεθῇ, ὑποπτεύῃς τὰ ὀστέα
11. μὴ ὀρθῶς κεῖσθαι ἢ ἄλλο τι ὀχλέῃ τὸν τετρωμένον, λῦσαι
12. ἐν τῷ ἡμίσει τοῦ χρόνου ἢ ὀλίγῳ πρόσθεν καὶ αὖθις
13. μετεπιδῆσαι.
15. Τὰ μὲν ἔμπροσθεν αὐτῷ λέλεκται πάντων κατὰ λόγον
16. γιγνομένων. ἐπεὶ δὲ καὶ ὀδύνης τινὸς αἴσθησις γιγνομένη
17. καὶ τῆς ἑλκώσεως φόβος, ὑποψία τοῦ μὴ καλῶς διαπεπλάσθαι
18. τὸ κάταγμα καὶ κίνησις σφοδρὰ κατά τινα συντυχίαν
1. ἐν τῷ κώλῳ γιγνομένη λύειν μὲν ἀναγκάζει πρὸ τῆς κ΄ ἡμέρας
2. τὴν ἐπίδεσιν, αὐτὸ τοῦτο προδιωρίσατο μή τις οἰηθεὶς διηνεκὲς
3. εἶναι τὸ παρηγγελμένον ὑπ’ αὐτοῦ πρόσθεν ἅπαντα
4. μέχρι τῆς κ΄ ἡμέρας τὰ κατάγματα φυλάττειν τελέως ἀκίνητα.
5. πρὸς γὰρ τὸ κατεπεῖγον ἀεὶ χρὴ τὸν ἰατρὸν ἵστασθαι
6. καὶ μὴ καθάπερ νόμον ἀπαράβατον φυλάττειν τὰ κελευσθέντα
7. πράττεσθαι κατὰ λόγον προβαινόντων ἁπάντων.