Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 1.45, ed. Kühn, 1830, vol. 18b, p. 403-405. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:1.45


10. Δίαιτα δὲ τουτέοισιν οἷσιν ἂν μὴ ἕλκεα ἔξ ἀρχῆς γένηται
11. ἢ ὀστέα ἔξω ἐξίσχει, ἀρκέει ὑποφαύλη, ἐνδεέστερον
12. δὲ χρὴ διαιτᾷν ἄχρι ἡμερέων δέκα, ἅτε ἤδη καὶ
13. ἐλινύοντας.

15. Τὸ φαῦλον οἱ παλαιοὶ σχεδὸν ἅπαντες εἰώθασι πολλάκις
16. ἀντὶ τοῦ τυχόντος καὶ ἁπλοῦ λέγειν, ᾧ τὸ ἀκριβὲς ἀντίκειται
17. καλούμενον, ὑπὸ τῶν Ἰώνων σκεθρόν. ὥσπερ οὖν
18. τὴν ἀκριβῆ δίαιταν ὀνομάζει σκεθρὰν, οὕτω τὴν ἐναντίαν
1. αὐτῇ φαύλην. καὶ κατὰ τοῦτο καὶ νῦν τὴν μετρίως ὑποφαύλην
2. ἐκάλεσεν, ἥτις ἐστὶν ἡ μεταξὺ τῆς ἁπλῆς φαύλης
3. καὶ τῆς ἀκριβοῦς. ἀκριβεῖ μὲν οὖν διαίτῃ διαιτᾷ τοὺς ἐξ
4. ἀρχῆς ἔχοντας μεθ’ ἕλκους τὸ κάταγμα, καὶ μάλιστα εἰ προκύπτει
5. τοῦ δέρματος ἔξω τοῦ συντριβέντος ὀστοῦ. ἁπλῇ δὲ,
6. τουτέστι τῇ ἐπιτυχούσῃ, τοὺς ἐν ἀκινδύνῳ καθεστῶτας.
7. ὑποφαύλῃ δὲ καὶ μέσῃ τοὺς κάταγμα ἔχοντας ἐν ταῖς πρώταις
8. ἡμέραις διαιτᾷ. τὸν δ’ ὅρον τῶν πρώτων ἡμερῶν
9. ἐποιήσατο τὴν ι΄, οὐχ ὡς οὐδέποτ’ ἂν πρωϊαίτερον
10. ἢ ὀψιαίτερον εὐλόγως ἡμῶν παραλλαξάντων τὴν δίαιταν,
11. ἀλλ’ ὡς ἐπὶ πολὺ συμβαῖνον οὕτως. διὰ τοῦτο δὲ μέσῃ
12. χρῆται διαίτῃ, διότι μήτε κίνδυνος μέγας ἐστὶν ὡς ἐπὶ τῶν
13. γυμνωθέντων ὀστῶν μήθ’ οὕτως ἀκίνδυνος ἡ διάθεσις, ὡς ἐπὶ
14. τῶν ἕλκος ἐχόντων ἁπλοῦν ἐν σαρκώδει μορίῳ χωρὶς ὀστοῦ
15. πάθους. τοῖς μέσως οὖν ἔχουσι τῶν ἀκινδύνων τε καὶ κινδυνωδῶν
16. μέσην εἰκότως ὁρίζει καὶ δίαιταν ἄλλως τε καὶ
17. ὅτι μέχρι τῆς ι΄ ἡμέρας οἱ συντετριμμένοι τὴν χεῖρα τελέως
18. ἀργοῦσιν, ὅπερ ἑλινύειν οἱ Ἴωνες ὀνομάζουσιν. εὔλογον
1. δ’ ἐστὶ τῶν κινουμένων τοὺς ἡσυχάζοντας ἀκριβέστερον
2. διαιτᾶσθαι. μετὰ τὴν ι΄ οὖν τῶν πλείστων περιεχομένων
3. ἀνειλημμένης τῆς χειρὸς εἰκότως ἄχρι τῆς ἡμέρας ἐκείνης
4. μέσον εἶδος διαίτης συμβουλεύει παραλαμβάνειν, ἤδη δὲ
5. καὶ ἐλινύοντας. ὡς τὰ πολλὰ μὲν ἐπὶ χρόνου τάττουσι τὸ
6. ἤδη, λέγουσι δ’ αὐτὸ κἀν τοῖς περί τινων πίστευσιν, ὡς εἴ
7. τις οὕτως εἶπεν, ἀλλὰ καὶ διὰ τόδε πιστευτέον τῷδε καὶ
8. ποιητέον τόδε· καθ’ ὃ καὶ νῦν ὁ Ἱπποκράτης φαίνεται κεχρημένος,
9. ἵν’ ὁ λόγος ᾖ τοιοῦτος, διαίτῃ μετρίῳ χρηστέον
10. ἄχρι τῆς δεκάτης ἡμέρας, διά τε τὰ ἄλλα καὶ ἤδη διότι
11. παντάπασιν ἡσυχάζει κατὰ τοῦτον τὸν χρόνον.

Cliquer un n° de page pour en afficher l’image