6. Οἴνου δὲ καὶ κρεηφαγίης ἀπέχεσθαι.
8. Ἐδίδαξεν αὐτὸς τῆς ἀκριβοῦς διαίτης εἶδος καὶ τὸ τῆς
9. ἁπλῶς ὑποφαύλης, ἣν νῦν ἄχρι τῆς δεκάτης ἡμέρας κελεύει
10. ποιεῖσθαι. ἡ μὲν γὰρ μετ’ οἴνου τε καὶ κρεοφαγίας φαύλη
11. τέ ἐστι καὶ τυχοῦσα, ἡ δ’ ἐπὶ χυλῷ μόνης πτισάνης ἢ μελικράτου
12. καὶ χρηστὴ καὶ ἀκριβής. ἡ μέση δ’ ἀμφοῖν ἐστιν
13. ἣν ἐν τῇ πρὸ ταύτης λέξει διῆλθεν εἰπὼν, καὶ ὄψοισιν ἁπαλοῖσι
14. χρῆσθαι, ὅσα τῇ διεξόδῳ μετριότητα παρέχουσιν.