17. Ἔπειτα μέντοι ἐκ προσαγωγῆς ἀνακομίζεσθαι. οὗτος ὁ λόγος
18. ὥσπερ νόμος κεῖται δίκαιος περὶ κατηγμάτων ἰήσιος.
1. Ἀνακομίζεσθαι, τουτέστιν ἀνατρέφεσθαι, τὸν ἔχοντα κάταγμα
2. μετὰ ταύτην συμβουλεύει. τὸ δὲ ἐκ προσαγωγῆς
3. ἀντίκειται τῷ ἀθρόως, σημαῖνον τὸ κατὰ βραχύ.
4. μέμφεται γὰρ τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν
5. ἢ ὁτιοῦν ἄλλο ποιεῖν.