8. Ὥστε χειρίζειν χρὴ, ὥστε ἀποβαίνειν ἀπὸ τῆς δικαίης χειρίξιος.
9. ὅ τι δ’ ἂν μὴ οὕτως ἀποβαίνῃ, εἰδέναι χρὴ ὅτι
10. ἐν τῇ χειρίξει τι ἐνδεὲς πεποίηται ἢ πεπλεόνασται.
12. Τὴν ἅπαν τὸ οἰκεῖον ἀποδιδοῦσαν τῷ κάμνοντι καὶ
13. μηδὲν παραβαίνουσαν ὠνόμασε δικαίαν· χείριξιν δὲ ἤτοι
14. τὴν χειρουργίαν εἶπεν ἢ πᾶσαν ἁπλῶς τὴν οἷον μεταχείρισιν
15. ἁπάντων πραγμάτων. οἱ γὰρ Ἕλληνες οὐκ ἐκεῖνα μόνα
16. μεταχειρίζεσθαι λέγουσιν ἃ ταῖς χερσὶ περιλαμβάνουσιν,
17. ἀλλὰ καὶ πᾶν ὅ τι περ ἂν πράττωσιν.