Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 1.51, ed. Kühn, 1830, vol. 18b, p. 409-414. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:1.51


10. Ἢν γὰρ τὰ μὲν ὀστέα ἄμφω καταγῇ ἢ τὸ κάτω μοῦνον, ὁ
11. δὲ ἐπιδεδεμένος ἐν ταινίῃ τινὶ τὴν χεῖρα ἔχῃ ἀναλελαμμένος,
12. τυγχάνῃ δὲ ἡ ταινίη κατὰ τὸ κάτηγμα πλείστη
13. ἐοῦσα, ἔνθεν δὲ καὶ ἔνθεν ἡ χεὶρ ἀπαιωρέηται, τοῦτο
14. ἀνάγκη τὸ ὀστέον εὑρεθῆναι διεστραμμένον ἔχοντα πρὸς
15. τὸ ἄνω μέρος.

17. Ἀξιοῖ σε προσεπιβλέπειν ἀκριβῶς ὁποία τις
18. ἡ ἀνάλυσις ἔσται τῆς ὅλης χειρὸς, ὅταν ἤδη περιέρχηται
19. καὶ μηκέτι κατακείμενος ὁ ἄνθρωπος ᾖ, τουτέστι μετὰ τὴν
1. δεκάτην ἡμέραν. ἔμπροσθεν μὲν γὰρ ὡς τὸ πολὺ κατέκειτο
2. τῆς χειρὸς ἀποκειμένης σχηματισμὸν ἔμπροσθεν ἔμαθες,
3. ὑψηλότερον δὲ ἐχούσης ἔμβραχύ τὸ ἄκρον αὐτῆς. ὁπότε
4. δὲ ἤδη περιέρχηται, καθάπερ εἴθισται γίγνεσθαι, τοῦ τραχήλου
5. ταινίαν ἐξαμμένου οὕτω πλατεῖαν, ὡς ὅλον ἐπ’ αὐτῇ
6. ὀχεῖσθαι τὸν πῆχυν τὴν ταινίαν τινὰ περιβάλλειν,
7. ἀλλ’ ὁμαλῶς ἀποτείνειν ἅπαντι τῷ πήχει, μηδὲν ἑαυτοῦ ὄντι
8. μέρος ἀστήρικτον, ἀφ’ οὗ τῷ συμφύτῳ μέρει ῥέπον τὸ τοῦ
9. πήχεος ὀστοῦν κυρτωθήσεται πρὸς τὸ κάτω καὶ διαστραφήσεται.
10. πρὶν μὲν γὰρ παθεῖν συνεχὲς ὅλον ὑπῆρχε, διαφθαρείσης
11. δ’ αὐτοῦ τῆς ἑνώσεως, ἡνίκα συνετρίβη, δύναται τότε
12. τὸ μὲν ἕτερον τῶν μερῶν αὐτῶν στηρίζεσθαι κατὰ τῆς
13. ὑποτεταμένης ταινίας, τὸ δ’ ἕτερον ἅτε μηκέτι συνεχὲς
14. ὂν ἐκείνῳ ῥέπον εἰς τὸ κάτω διαστρέφεσθαι. δύναται δὲ
15. καὶ αὐτῶν μέρος ἐνίοτε διὰ τὸ μοχθηρῶς ὑποτετάσθαι τὴν
16. ταινίαν, τὸ μὲν ἕτερον πέρας ὑπ’ αὐτῆς ὀχούμενον ὑψηλὸν
17. διαμένειν, τὸ δ’ ἕτερον ὑποῤῥέον κάτω διαστρέφεσθαι
18. ταύτῃ. κατὰ τέτταρας οὖν τρόπους ἡ ταινία μοχθηρῶς
1. ὑποβλήσεται τῷ πήχει, πρῶτον μὲν ἐπειδὰν ἐπ’ αὐτῆς μόνης
2. ὀχῆται τὸ κατεαγὸς αὐτὸ, τὸ δὲ ἑκατέρωθεν αἰωρῆται.
3. δεύτερον δὲ ὅταν ἐστηριγμένων ἀκριβῶς τῶν περάτων τοῦ
4. πήχεος τῇ ταινίᾳ, τοῦ τε ἄνω πρὸς τῷ ἀγκῶνι καὶ τοῦ κάτω
5. πρὸς τῷ καρπῷ τὸ μέσον ἀστήρικτον ᾖ. τρίτον δὲ καὶ
6. τέταρτον ποτὲ μὲν τῶν πρόσω τοῦ πήχεος μόνον ἀνεχομένων
7. ὑπὸ τῆς ταινίας, ποτὲ δὲ τῶν ὀπίσω μόνων τούτων
8. τῶν τεττάρων τρόπων τοὺς δύο μὲν ἔγραψεν, οἵπερ καὶ μάλιστα
9. διαστρέφουσι τὸ κῶλον, τοὺς δύο δὲ παρέλιπε καὶ
10. τοῖς ῥηθεῖσι συνεπινοεῖσθαι δυναμένους. ὧν δ’ οὖν εἶπεν
11. ὁ ἕτερος ἐν τῇ προκειμένῃ νῦν ἡμῖν διδάσκεται λέξει, καθ’
12. ἣν ἀξιοῖ πρῶτον μὲν ἐπὶ τῶν ἤτοι ἀμφότερα τὰ ὀστέα τοῦ
13. πήχεος καταγέντων ἢ τὸ κάτωθεν ὅπερ ἰδίως ὀνομάζεται
14. πῆχυς ἀκούειν ἡμᾶς τῶν λεγομένων· ἀλλὰ τοῦτο μὲν κοινὸν
15. ἀμφοτέρων τῶν τρόπων, ὑπὲρ ὧν ποιήσεται τὸν λόγον, ἴδιον
16. δ’ ἑκατέρου τοῦ μὲν προτέρου τοῦ νῦν διδασκομένου τὴν
17. ὑποβεβλημένην τῷ πήχει ταινίαν στενωτέραν οὖσαν ὡς ὑποτείνεσθαι
18. μὴ δύνασθαι παντὶ τῷ κώλῳ, μόνον ὀχεῖν ἐφ’
19. ἑαυτῷ τὸ κάταγμα, τοῦ δὲ δευτέρου πάλιν ὡς μόνον τὸ
1. κατεαγὸς ἀστήρικτον αἰωρεῖσθαι τῶν ἑκατέρωθεν ἀνειλημμένων.
2. διαστρέφεσθαι δέ φησι κατὰ μὲν τὸν πρότερον ἄνω
3. τὴν χεῖρα, κατὰ δὲ τὸν δεύτερον τρόπον κάτω διὰ τῆς ἐφεξῆς
4. διδάσκει ῥήσεως. ὅτι δὲ κατὰ τὸν πρότερον ἄνω διὰ
5. τήνδε, βασταζομένου γὰρ ὑπὸ τῆς ταινίας τοῦ κατεαγότος
6. μέρους τῆς χειρὸς, ἑκατέρωθεν δὲ τῶν ἄλλων ῥεπόντων
7. κάτω διὰ τὸ μηδεμίαν ἔχειν ἕδραν ἀσφαλῆ, συμβήσεται
8. πωρωθῆναι τὸ πρὸς τῆς ταινίας ὀχούμενον ὑψηλότερον. ἐν
9. ᾧ δ’ ἂν σχήματι πωρωθῇ τὸ κῶλον, ἐκεῖνο φυλάττει τοῦ
10. λοιποῦ χρόνου παντὸς, ὥστε πολλάκις ἡμᾶς ἀναγκάζεσθαι
11. πάλιν ἐπ’ ἀρχὴν ἄγειν τὰ οὕτω διαστραφέντα κατατείνοντας
12. μὲν τὸ κῶλον, ἐργασαμένους δ’ αὖθις αὐτὸ τὸ ἐξ ἀρχῆς
13. κάταγμα, περὶ οὗ καὶ πρόσθεν εἶπον, ὡς δ’ οὐδ’ ὅλως
14. μὲν ἑνοῦται, συνδιαιτᾶται δ’ ὑπὸ τοῦ περιφύντος αὐτοῦ
15. πώρου. τοῦτον οὖν ἐν τῇ κατατάσει διασπάσαντες αὖθις ἐν
16. τῷ προσήκοντι σχήματι τὴν πώρωσιν ἐργασόμεθα τοῦ κατάγματος.
17. ὅτι δ’ οὐχ ἑνοῦται πάντως τὰ συντριβόμενα τῶν
18. ὀστῶν ἔνεστί σοι θεάσασθαι κἀπὶ τῶν ἄλλων ζώων. καὶ 
1. γὰρ ὑῶν ἡμέρων ἀγρίων τε καὶ βοῶν, αἰγῶν τε καὶ
2. προβάτων, ἔτι τε ἀλεκτρυόνων καὶ ἀλεκτρυονίδων, ἐάν ποθ’
3. εὕρῃς ἐπὶ συντρίμματι πεπωρωμένων ὀστοῦν, εὑρήσεις δὲ
4. πολλὰ, καθάπερ καὶ ἡμεῖς εὕρομεν, ἐάν σοι τούτου μελέτη,
5. πῶρον ἀποξύσας ὄψει παρακείμενα μὲν ἀλλήλοις τὰ χείλη
6. τοῦ κατάγματος, οὐ μὴν ἡνωμένα τε καὶ συμπεφυκότα καθάπερ
7. ἐπὶ τῶν τραυμάτων ἡ κολλωμένη σὰρξ ἑνοῦται. διὰ
8. τί δ’ εἰ μὲν ἄμφω τὰ τοῦ πήχεος ὀστᾶ καταγῇ, ὅ τε ἴδιος
9. ὀνομαζόμενος πῆχυς καὶ τὸ ἕτερον ὃ καλοῦσι κερκίδα συμβαίνει
10. μεγίστην γίνεσθαι τὴν διαστροφὴν τοῦ κώλου κατὰ
11. τὸ κάταγμα τῆς ἀναλήψεως πλημμεληθείσης. εἰ δὲ τὸ ἕτερον
12. μόνον τὸ τοῦ πήχεος, ἧττον. εἰ δὲ τὸ τῆς κερκίδος
13. μόνον, οὐδ’ ὅλως γίνεσθαι διαστροφὴν ἐπὶ τῆς μοχθηρᾶς
14. ἀναλήψεως, οὐχ ἁπλῶς εὑρήσεις ὧν αὐτὸς εἶπέ σοι μεμνημένον,
15. φησὶν, ὅ ἐστιν ὁ πῆχυς ἀντὶ θεμελίου γίγνεται τῷ
16. κατεαγότι καὶ κωλύει τὴν διαστροφὴν αὐτοῦ. ἄνευ μέντοι
17. τῆς κερκίδος, ὅταν ἀπαθὴς μένῃ, συναπευθύνει μέν πως
18. ἑαυτῷ τὸν πῆχυν, ὅταν ὀρθῶς ἐπιδεθῇ. τελέως δ’ ἀδιάστροφον
1. οὐ δύναται φυλάξαι, πλημμεληθείσης τῆς ἀναλήψεως,
2. ἐπειδὴ κάτωθεν ὑποτεταγμένος ὁ πῆχυς οὐδὲν ἔχει
3. στηρίζον ἑαυτὸν, ὅτι μὴ τὴν ἐπίδεσιν.

Cliquer un n° de page pour en afficher l’image