6. Ἢν δὲ κατεηγότων τῶν ὀστέων οὕτως ἄκρην τε τὴν χεῖρα
7. ἐν τῇ ταινίῃ ἔχει καὶ παρὰ τὸν ἀγκῶνα, ὁ δὲ ἄλλος πῆχυς
8. μὴ μετέωρος ᾖ, οὗτος εὑρεθήσεται τὸ ὀστέον ἐς τὸ
9. κάτω μέρος διεστραμμένον ἔχων.
11. Τὸν δεύτερον τρόπον ἐνταῦθα διδάσκει ὑπ’ ἐμοῦ τεττάρων
12. ὀλίγῳ ἔμπροσθεν εἰρημένων ὑπεναντίως ἔχοντα τῷ
13. πρώτῳ· ὑπ’ ἐκείνου μὲν γὰρ ἐπὶ τῆς ταινίας μόνον ἐβαστάζετο
14. τὸ κάταγμα. νυνὶ δὲ τῶν ἄλλων ἁπάντων βασταζομένων
15. μερῶν τοῦ πήχεος οὐ βαστάζεται μόνον ἐκεῖνο, καθ’ ὃ
16. τὸ κάταγμα γέγονεν. ὥσπερ οὖν ἐπὶ τῆς ἔμπροσθεν εἰρημένης
17. ἀναλήψεως, ἐπειδὴ τὸ μὲν ὀχούμενον ὑπὸ τῆς ταινίας
18. τοῦ κώλου μέρος, ἔνθα τὸ κάταγμα ὑπάρχει, ὑψηλότερον ᾖ,
1. τὸ δ’ ἄλλο πᾶν ἐφ’ ἑκατέρου ταπεινότερον εὐλόγως ἔφη διαστρέφεσθαι
2. πρὸς τὸ ἄνω τὸν ὅλον πῆχυν. οὕτω τοίνυν,
3. ἐπειδὴ τὸ κάταγμα μόνον οὐκ ὀχεῖται, ταπεινωθήσεται τοῦτο
4. τὸ μέρος τοῦ κώλου μόνον ὑποῤῥέον εἰς τὸ κάτω καὶ ταύτῃ
5. κυρτωθῆναι συμβήσεται τὸν πῆχυν καὶ διὰ τοῦτο πόῤῥωθεν
6. τὸ διεστραμμένον εἰς τὸ κάτω φέρεσθαι. ἡ μὲν οὖν ὅλη
7. διάνοια τῆς προκειμένης ῥήσεως εἴρηταί μοι. γραφαὶ δ’
8. εὑρίσκονται δύο κατὰ ταῦτα ἐναντιώταται μὲν, ὡς ἄν τῳ
9. δόξειεν αὐταῖς ταῖς φωναῖς μόναις, προσέχοντι δὲ τὸν νοῦν
10. ὁμολογούσαις μὲν ἀλλήλαις κατὰ τὰ δηλούμενα πράγματα.
11. μετέωρον τοίνυν πῆχυν οἱ μὲν τὸν ἀστήρικτον ἀκούουσιν
12. ἐπὶ μόνου τοῦ ἀέρος ὀχούμενον, οἱ δὲ τοὐναντίον ἅπαν ἐπὶ
13. τῆς ταινίας ἐστηριγμένον, ὡς τοῦ μὴ τοιούτου ῥέποντός γε
14. κάτω καὶ δι’ αὐτὸ τοῦτο ταπεινοτέρου γιγνομένου, ὅπερ ἐστὶν
15. ἐναντίον τῷ μετεώρῳ. εἰκότως οὖν αἱ γραφαὶ μαχόμεναι
16. μὲν ἀλλήλαις ἐγένοντο κατὰ τὴν λέξιν, ὁμολογοῦσαι δὲ κατὰ
17. διάνοιαν. τῆς γὰρ μετεώρου φωνῆς ἐπ’ ἐναντία σημαινόμενα
18. πρὸς τῶν ἐξηγητῶν ἀχθείσης εἰκότως οἱ μὲν ἄνευ
1. τῆς ἀποφάσεως ἔγραψαν, ὁ δ’ ὅλος πῆχυς μὴ μετέωρος ἢ
2. κατὰ τὸ δοκοῦν καθ’ ἑκάτερα τῆς μετεώρου φωνῆς σημαινόμενα
3. ἀπευθύνοντες τὴν γραφήν.