6. Χρὴ οὖν ἐν ταινίῃ πλάτος ἐχούσῃ μαλθακῇ τὸ πλεῖστον
7. τοῦ πήχεος καὶ τὸν καρπὸν τῆς χειρὸς ὁμαλῶς
8. αἰωρέεσθαι.
10. Ἐν ταύτῃ τῇ ῥήσει καὶ περὶ τῶν παραλελειμμένων
11. δυοῖν ἀναλήψεων ἐνεδείξετο. λέγω δ’ ἀναλήψεις δύο κοινὸν
12. μὲν ἐχούσας τὸ κατ’ ἄκρον τὸν πῆχυν ὑποτετάσθαι
13. τὰς ταινίας, ἴδιον δὲ ἑκατέρας τὸ κατὰ τὸν καρπὸν
14. μόνον ἢ κατὰ τὸν ἀγκῶνα. προειρηκὼς γὰρ ἐπὶ τῆς κατὰ
15. τὸ σύντριμμα μόνον ὑποβεβλημμένης ταινίας ἔτι τὸ τῆς
16. κατ’ ἄμφω τὰ πέρατα καὶ μετὰ ταῦτα γράψας τὴν νῦν
17. προκειμένην ῥῆσιν, ἐν ᾗ κελεύει τὸ πλεῖστον τοῦ πήχεος
18. καὶ τὸν καρπὸν ὁμαλῶς ἐστηρίχθαι κατὰ τῆς ταινίας, εὔδηλός
1. ἐστι καὶ τὰς ὑπολοίπους δύο μεμφόμενος ἀναλήψεις
2. οὐκ ἐχούσας ὃ κελεύει μάλιστα ἔχειν. οὐδετέρα γὰρ αὐτῶν
3. τὸν καρπὸν ἅμα καὶ τὸ πλεῖστον τοῦ πήχεος ὁμαλῶς στηρίζει,
4. οὐ μὴν ἥξει ἐν ταύταις ἰδίας διδασκαλίας, μάλιστα
5. μὲν, ὡς ἔφην, ὅτι συνεπινοοῦνται ταῖς εἰρημέναις, ἔπειτα δὲ
6. καὶ διότι μικρὰ παντάπασί τισιν ἡ ἀπ’ αὐτῶν γίγνεται
7. βλάβη, τῆς ἐπιδέσεως ἀμέμπτως ἐχούσης· αἱ γάρ τοι προειρημέναι
8. δύο ἀναλήψεις διὰ τοῦτ’ ἦσαν ἱκανῶς μοχθηραὶ,
9. διότι τὸ κάταγμα τοῖς ἑκατέρωθεν αὐτοῦ μέρεσιν ἐναντίως
10. διέκειτο, ποτὲ μὲν ἄνω μόνον ὑπὸ τῆς ταινίας ἀνασπώμενον
11. οὐδενὸς ἄλλου μορίου κατ’ αὐτῆς ἐστηριγμένου, ποτὲ δὲ κάτω
12. μόνον.