Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 1.6, ed. Kühn, 1830, vol. 18b, p. 339-340. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:1.6


11. Ἀναγκάζομαι δὲ πλείω γράφειν περὶ αὐτέου, ὅτι οἶδα ἰητροὺς
12. σοφοὺς δόξαντας εἶναι ἀπὸ σχημάτων χειρὸς ἐν
13. ἐπιδέσει, ἀφ’ ὧν ἀμαθέας αὐτέους ἐχρῆν δοκέειν εἶναι.
14. ἀλλὰ γὰρ πολλὰ οὕτω ταύτης τῆς τέχνης κρίνεται· τὸ
15. γὰρ ξενοπρεπὲς οὕπω ξυνιέντες εἰ χρηστὸν, μᾶλλον ἐπαινέουσιν
16. ἢ τὸ ξύνηθες, ὃ ἤδη οἴδασιν ὅτι χρηστὸν, καὶ τὸ
17. ἀλλόκοτον ἢ τὸ εὔδηλον.

1. Αὐτὸς ἐνεδείξατό σοι διὰ τῶν ἐφεξῆς ἁπάντων, ἅ ἐστιν
2. ἀσαφῆ, διὰ τί μικρὸν ἐποιήσατο τὸν περὶ τοῦ σχήματος
3. τῆς χειρὸς λόγον, καίτοι γε οὔτε δυσάρεστον οὔτε μακρὸν
4. ὄντα κατὰ τὴν αὐτοῦ φύσιν. εὑρήσεις δὲ εὐθέως ἐκ τούτου
5. καὶ τὴν αἰτίαν τοῦ μὴ πάντῃ τεταγμένην αὐτῷ γεγονέναι
6. τὴν διδασκαλίαν. ἀεὶ γὰρ ἕκαστος ἡμῶν περὶ τοῦ
7. κατεπείγοντος ἁπάντων πρῶτον ποιεῖται τὸν λόγον. ἐπεὶ
8. τοίνυν ἐγινώσκετο μὲν ὀρθῶς τοῖς κατ’ αὐτὸν ἰατροῖς ὡς
9. χρὴ τὸν ἰατρὸν κατάτασιν ἡγεῖσθαι τῆς συμπάσης θεραπείας
10. τῶν ἐξαρθρωμάτων τε καὶ καταγμάτων, ἠγνοεῖτο δὲ
11. τὸ κατὰ φύσιν σχῆμα, διὰ τοῦτο περὶ πρώτου τοῦδε τὸν
12. λόγον ἐποιήσατο, καὶ πολύ γε μᾶλλον ἔτι διότι τὰ χείριστα
13. τῶν σχημάτων ἔνιοι τῶν ἰατρῶν αἱρούμενοι πρὸ τοῦ βελτίστου
14. μοχθηροῖς λόγοις ἑαυτούς τε καὶ τοὺς ἄλλους ἔπειθον.
15. εἰ μὲν ἁπλῶς ἠγνόουν, διδασκαλίας ἂν αὐτοῖς ἀληθοῦς
16. ἔδει· ἐπεὶ δ’ οὐ μόνον ἠγνόουν, ἀλλὰ καὶ προσειλήφεσαν οἴησιν
17. γνώσεως, ἀναγκαῖον ἐγένετο τῷ Ἱπποκράτει πρότερον
18. ἐκκόψαντι τήνδε καὶ καθαρὰν ἐργασαμένῳ τὴν ψυχὴν, οὕτως
19. ἀληθῶς εἰς αὐτὴν ἐντιθέναι τὴν τῶν ἀληθῶν ἐπιστήμην.

Cliquer un n° de page pour en afficher l’image