11. Καὶ γὰρ ἄλλων ὀστέων τῶν κατὰ τὸ σῶμα δίδαγμα ὅδε ὁ λόγος
12. ἐστίν.
14. Εἰκότως φησὶ κοινὸν εἶναι πολλῶν καὶ ἄλλων ὀστέων
15. τῆς ἰάσεως δηλονότι τὸν λόγον τοῦτον. οἱ γὰρ σκοποὶ πρὸς
16. οὓς ἀποβλέποντας εὑρίσκειν χρὴ τὸ κατὰ φύσιν ἐν ἑκάστῳ
17. σχήματι κοινοὶ πάντων εἰσὶν, ὡς εἴρηται πρόσθεν ὑφ’ ἡμῶν,
18. δύο ὄντες, ὅ τε τῆς ἀνωδυνίας καὶ ὁ τῆς εὐθύτητος.
19. εὑρίσκεται δὲ ὁ μὲν τῆς ἀνωδυνίας ἐκ τῆς πείρας, ὁ δὲ
1. τῆς εὐθύτητος ἐκ τῆς θέσεως τῶν μερῶν, ἣν ἐξ ἀνατομῆς
2. διδασκόμεθα.