5. Τὴν μὲν οὖν χεῖρα, περὶ οὗ ὁ λόγος, ἐδόκεέ τις καταδῆσαι
6. καταπρηνέα ποιήσας, ὁ δ’ ἠνάγκαζεν οὕτως ἔχειν ὥσπερ
7. οἱ τοξεύοντες, ἐπὴν τὸν ὦμον ἐμβάλλωσι, καὶ οὕτως
8. ἔχουσαν ἐπέδει, νομίζων ἑωυτῷ εἶναι τοῦτο αὐτέῃ τὸ κατὰ
9. φύσιν καὶ μαρτύριον ἐπήγετο τά τε ὀστέα ἅπαντα τὰ ἐν
10. τῷ πήχει, ὅτι ἰθυωρίην κατ’ ἄλληλα εἶχε τήν τε ὁμόχροιαν,
11. ὅτι αὐτὴ καθ’ ἑωυτὴν τὴν ἰθυωρίην ἔχει. οὕτω
12. καὶ ἐκ τοῦ ἔξωθεν μέρεος καὶ ἐκ τοῦ ἔσωθεν. οὕτω δὲ
13. ἔφη καὶ τὰς σάρκας καὶ τὰ νεῦρα πεφυκέναι καὶ τὴν
14. τοξικὴν ἐπήγετο μαρτύριον, ταῦτα λέγων καὶ ταῦτα ποιέων
15. σοφὸς ἐδόκεεν εἶναι. τῶν δὲ ἄλλων τεχνέων ἐπελελήθη
16. καὶ ὁκόσα ἰσχύϊ ἐργάζονται καὶ ὁκόσα τεχνήμασιν, οὐκ
17. εἰδὼς ὅτι ἄλλο ἐν ἄλλῳ τὸ κατὰ φύσιν σχῆμά ἐστι καὶ
1. ἐν τῷ αὐτέῳ ἔργῳ ἕτερα τῆς δεξιῆς χειρὸς σχήματα κατὰ
2. φύσιν ἐστὶ καὶ ἕτερα τῆς ἀριστερῆς, ἢν οὕτω τύχῃ.
3. ἄλλο μὲν γὰρ σχῆμα ἐν ἀκοντισμῷ κατὰ φύσιν, ἄλλο δὲ
4. ἐν σφενδόνῃσιν, ἄλλο δὲ ἐν λιθοβολίῃσιν, ἄλλο ἐν πυγμῇ,
5. ἄλλο ἐν τῷ ἐλιννύειν. ὁκόσας δ’ ἄν τις τέχνας εὕροι,
6. ἐν ᾗσιν οὐ τὸ αὐτὸ σχῆμα τῶν χειρέων κατὰ φύσιν ἐστὶ
7. καὶ ἐν ἑκάστῃ τῶν τεχνέων, ἀλλὰ πρὸς τὸ ἅρμενον, ὃ ἂν
8. ἔχῃ ἕκαστος, καὶ πρὸς τὸ ἔργον, ὃ ἂν ἐπιτελέσασθαι θέλῃ,
9. σχηματίζονται αἱ χεῖρες. τοξικὴν δὲ ἀσκέοντι εἰκὸς τοῦτο
10. τὸ σχῆμα κράτιστον εἷναι τῆς ἑτέρης χειρός.
12. Χρὴ καὶ τῶν τοιούτων ἅπαξ που μνημονεῦσαι, καὶ ἡμῖν
13. οὕτως πραχθήσεται. τῶν δοξοσόφων δέ τις ἰατρῶν ἐπανορθώμενος
14. ὡς ᾤετο τὴν προκειμένην λέξιν, ὡς οὐκ ὀρθῶς
15. ἔχουσαν ἔγραψεν ὡδί· τὴν οὖν χεῖρα, περὶ ἧς ὁ λόγος, ἐνδεικνύμενος
16. ἡμῖν δηλονότι τὴν ἑαυτοῦ παιδείαν, ἣν ἐπαιδεύετο
17. παρὰ γραμματικοῖς τε καὶ ῥήτορσιν, ὡς ἀγνοεῖν τὸ
1. συνηθέστατον εἶδος τῆς ἑρμηνείας, ἅπασι τοῖς παλαιοῖς
2. ἐλλειπτικῶς δηλονότι γιγνόμενόν ἐστι τὸ πλῆρες, ὃ δεῖ προσυπακούειν
3. ἡμᾶς τοιόνδε. τὴν οὖν χεῖρα, περὶ ἦς ὁ λόγος,
4. ἣν ἔδωκέ τις καταδῆσαι πρηνέα ποιήσας· ὡς τὸ πολὺ μὲν
5. ἐν τῷ προσήκοντι σχήματι τὴν χεῖρα παρέχουσι τοῖς ἰατροῖς
6. οἱ ἰδιῶται, τινὲς δὲ αὐτῶν ὑπὸ περιεργίας τὸν μὲν
7. φυσικὸν σκοπὸν ὑπερβαίνουσιν, ὅστις ᾖ, τὸ ἀνώδυνον, πρηνὲς
8. τοῦτο εἶναι νομίζοντες βέλτιον. οὐ μὴν ὑπτίαν γέ τις
9. ἰδιώτης ἰατρῷ παρέχει τὴν χεῖρα, πάνυ γὰρ ἀποκεχώρηκε
10. τοῦ ἀνωδύνου τοῦτο τὸ σχῆμα. τῶν ἰατρῶν δ’ ἔνιοι δι’
11. ἀμαθίαν ἅμα καὶ δοξοσοφίαν προσίενταί ποτ’ αὐτὸ καὶ διὰ
12. τοῦτο παραπλησίως τοῖς τοξεύουσι τὴν ὅλην χεῖρα σχηματίζονται,
13. οἱ μὲν ἀκριβῶς ὑπτίαν, οἱ δὲ ὀλίγου δεῖν
14. οὕτως ἔχουσαν. ἐπεὶ δ’ οὖν ἁμαρτάνοντες οὐ κατὰ τοῦτο
15. μόνον, ἀλλ’ ὅτι καὶ ἀποτεταμένην οὐδ’ ἢν λογισμὸς αὐτῶν
16. ἦν ὁ Ἱπποκράτης ἔγραψε τοιῶσδε. τῶν σχηματισάντων ὅλην
17. τὴν χεῖρα παραπλησίως τοῖς τοξεύουσι τὰ ὀστᾶ κατ’ εὐθὺ
1. γίγνεται καὶ ὁμόχροια τῶν τῆς ὅλης χειρὸς μελῶν. ἀλλὰ
2. ταῦτα μὲν πιθανώτατά ἐστι καὶ ἀπ’ ἀλλήλων ἐρχόμενα, τὸ
3. δὲ καὶ τὰς σάρκας καὶ τὰ νεῦρα τοῖς ὀστοῖς ὡσαύτως ἐν
4. τούτῳ τῷ σχήματι τὴν κατ’ εὐθὺ θέσιν ἅπασι τοῖς ἑαυτῶν
5. μέρεσι φυλάττειν οὐκέτ’ ἀληθές. εἰ δέ γ’ ἦν οὕτως
6. ἀληθὲς οὐκ ἀπίθανον ἂν ᾖ μόνον, ἀλλὰ καὶ βεβαιότατον
7. γνώρισμα τοῦ κατὰ φύσιν εἶναι τὸ τοιοῦτον σχῆμα. ταῦτα
8. μὲν οὖν ἀνεκτὰ ἔτι· τὴν δὲ τοξικὴν ἐπάγεσθαι μαρτύριον
9. ἀνόητον ἐσχάτως ἐστὶ καὶ βέλτιον ἦν μηδ’ ὅλως αὐτὸ λελέχθαι
10. πρὸς Ἱπποκράτους ἢ μετὰ σπουδῆς ἐλελέγχθαι. τὰ
11. γὰρ ἐσχάτως ἠλίθια καταφρονεῖσθαι μᾶλλον ἢ ἐλέγχεσθαι
12. προσήκει. τόν γε διὰ τῶν γραμμάτων ἔλεγχον, ὡς τόν γε
13. κατὰ τὸν βίον, ἐπ’ αὐτῶν τῶν ἔργων οὐδ’ ἐγὼ κωλύω γίγνεσθαι,
14. καὶ μάλισθ’ ὅταν ὁ τὰ τοιαῦτα φλυαρῶν πείσῃ
15. τοὺς ἀκούοντας ἑαυτῷ τὴν θεραπείαν ἐπιγράψαι τοῦ κάμνοντος.
16. συμβαίνει γε μὴν ἀντιλέγειν ἡμῖν ἐνίοτε καὶ διὰ
17. γραμμάτων ἠλιθίαις δόξαις, ὅταν πολλοὺς ἴδωμεν ὡς ἀληθέσιν
18. αὐταῖς πεπεισμένους, ὅπερ καὶ νῦν ὁ Ἱπποκράτης
1. ἔπαθεν ἐπιδεικνὺς, οὐδὲν εἶναι κοινὸν ἐπιδέσει τε καὶ τοξικῇ.
2. τὰ δὲ περὶ τῶν ὀστῶν τε καὶ τῶν νεύρων καὶ τῶν
3. σαρκῶν τῆς εὐθύτητος, ὡς εἰ καὶ μηδένα δι’ αὐτῶν ἐλέγξειν
4. ἔμελλε, κατὰ πρῶτον ἦν λόγον ἀναγκαῖα πρὸς τὴν τοῦ βελτίστου
5. σχήματος εὕρεσιν, οὖ κεφάλαιόν ἐστιν ἐπιλογιστικῶς
6. μὲν ἡ ἀνωδυνία· καὶ γὰρ τοῖς ἰδιώταις τοῦτο δῆλον·
7. ἀναλογιστικῶς δὲ καὶ κατ’ αὐτὴν τοῦ πράγματος τὴν φύσιν
8. ἡ τῶν μορίων εὐθύτης, ὅπερ οὐκέτ’ ἰδιώτῃ δῆλον, ἀλλὰ μόνοις
9. τοῖς ἀνατομικοῖς. ὧν δ’ ἐφεξῆς λέγει, τὰ πλεῖστα σαφῆ
10. τέ ἐστι καὶ οὐδ’ ἔχοντα ζητήματα, διὸ παρέρχεσθαι μὲν
11. ἐμοὶ προσήκει τὰ τοιαῦτα πάντα, τοῖς δὲ ἀναγινώσκουσι
12. τὸ βιβλίον ἐγχρονίζειν τε καὶ μὴ παρατρέχειν. ὁ δὲ ἠνάγκαζεν
13. οὕτως ἔχειν, ὅκωσπερ οἱ τοξεύοντες, ἐπὴν τὸν ὦμον
14. ἐμβάλωσιν. ἀσαφές ἐστι καὶ ἄδηλον ὅπερ εἴρηται. διὰ τοῦτό
15. τινες ὑπέλαβον μὲν αὐτὸν οὕτως εἰρηκέναι τὴν λέξιν. ἐπειδὴ
16. τῆς χειρὸς ἀποτεινομένης ἐμβαίνει τοῦ βραχίονος ἡ κεφαλὴ,
17. τῇ κοιλότητι τοῦ τῆς ὠμοπλάτης αὐχένος οὐκ ἐμβεβηκυῖα,
1. πρότερον ὁπότε καθεῖτο. παράκειται γὰρ μόνον καὶ ψαύσει
2. τηνικαῦτα, ἅπερ αὐτὸς εἶπεν ἐν τῇδε τῇ λέξει. ὁμιλέει
3. δὲ ὁ βραχίων τῷ κοίλῳ τῆς ὠμοπλάτης πλαγίως, ὁπότε
4. παρὰ τὰς πλευρὰς ᾖ παρατεταμένη ἡ χείρ. ἔνιοι ἐκ μεταφορᾶς
5. οὕτως εἰρῆσθαί φασιν ἀπὸ τῆς ἐμβολῆς τῶν νηῶν,
6. ἃς ποιοῦνται καταδῦσαι βουλόμενοι τὰς ἐναντίας. ὅταν
7. γὰρ ἀποσιμώσαντες τὴν πρῷραν ἐπιτηδείαν ἐργάσωνται πρὸς
8. τὸ σφοδρῶς ἐῤῥαγεῖσαν ἐφ’ ἑτέραν εἰ καὶ μάλιστα κατὰ
9. τὸ πλάγιον ὅλην αὐτὴν διαλῦσαί τε καὶ καταδῦσαι, παρεσκευάσθαι
10. φασὶν ὡς εἰς ἐμβολὴν τηνικαῦτα. καὶ παρὰ
11. τοῖς κωμικοῖς δὲ τὰ προτεινόμενα τοῦ σώματος ὡς εἰς ἐμβολὴν
12. παρεσκευάσθαι λέγεται, καθότι καὶ ὁ Ἀριστοφάνης
13. ἐδήλωσεν εἰπών·
15. αἱ δ’ ἐφεξῆς τῇδε λέξεις ἅπασαι σαφεῖς εἰσι τοῖς προσέχουσι
16. τὸν νοῦν ἄχρι τῆς ὑπογεγραμμένης·