Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 1.Prooemium, ed. Kühn, 1830, vol. 18b, p. 318-322. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:1.Prooemium

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ

ΠΕΡΙ ΑΓΜΩΝ ΥΠΟΜΝΗΜΑ Α.

1. Προοίμιον. Πρὸ τῆς τῶν κατὰ
2. μέρος ἐξηγήσεως ἄμεινον ἀκηκοέναι καθόλου περὶ πάσης
3. ἐξηγήσεως, ὡς ἔστιν ἡ δύναμις αὐτῆς, ὅσα τῶν ἐν τοῖς
4. συγγράμμασίν ἐστιν ἀσαφῆ, ταῦτ’ ἐργάσασθαι σαφῆ. τὸ δ’
5. ἀποδεῖξαί τι τῶν γεγραμμένων ὡς ἀληθὲς ἢ ὡς
6. ψεῦδος ἐλέγξαι, καὶ εἰ κατηγόρησέ τις σοφιστικῶς ἀπολογήσασθαι,
7. κεχώρισται μὲν ἐξηγήσεως, εἴθισται δὲ γίγνεσθαι
8. πρὸς ἁπάντων ὡς εἰπεῖν τῶν γραφόντων ὑπομνήματα. καὶ
1. νὴ Δία οὐδὲν κωλύει καὶ τούτου μετρίως ἅπτεσθαι τὸν ἐξηγητήν.
2. τὸ δ’ ἀγωνίζεσθαι τελέως ὑπὲρ τῶν τοῦ γράφοντος
3. δογμάτων ἐκπέπτωκε τὸν ὅρον τῆς ἐξηγήσεως. οὐ πρὸς
4. τοῦτον οὖν τὸν σκοπὸν, ἀλλὰ πρὸς τὸν εἰρημένον ἀποβλέπων
5. ἐγὼ προσθήσω ταῖς ὄντως ἐξηγήσεσιν ἑκάστοτε βραχέα
6. τῆς πίστεως ἕνεκα τῶν εἰρημένων. οὔσης μέντοι καὶ κατὰ
7. ταύτην τὴν ἐξήγησιν διαφορᾶς διττῆς, ὅτι καὶ τὸ ἀσαφὲς
8. αὐτὸ διττόν ἐστιν, ἄμεινον εἶναί μοι δοκεῖ καὶ περὶ τούτου
9. προειπεῖν, εἰρήσεται δὲ καὶ αὐτὰ ταῦτα διὰ βραχέων, οἷον
10. ἐπιτομή τις, ὧν ἰδίᾳ λέλεκται διὰ μακροτέρων ἐν τῷ περὶ
11. ἐξηγήσεως ὑπομνήματι. δέδεικται δὲ ἐν ἐκείνῳ τὸ μὲν ὄντως
12. ἀσαφὲς αὐτὸ δι’ ἑαυτὸ τοιοῦτον ὑπάρχον, τὸ δὲ ἐν αὐτῷ
13. πρότερον τὴν γένεσιν οὐκ ἔχον, ἐπειδὴ τῶν ἀκουόντων
14. τοῦ λόγου διαφοραὶ πάμπολλαι τυγχάνουσιν οὖσαι κατά τε
15. τὸ προπαιδεύεσθαι καὶ γεγυμνάσθαι περὶ λόγους ἢ παντάπασί
16. γε ἀγυμνάστους ὑπάρχειν, εἶναί τε φύσει τοὺς μὲν
17. ὀξεῖς τε καὶ συνετοὺς, τοὺς δὲ ἀμβλεῖς καὶ ἀσυνέτους. αὐτίκα
18. γοῦν ἐν αὐτῷ τῷ προκειμένῳ βιβλίῳ τῷ περὶ τῶν καταγμάτων,
1. ἔνθα μέν φησιν ὁ Ἱπποκράτης· ῥητέον οὖν ὁκόσας
2. ἂν ἐθέλει τῶν ἁμαρτάδων τῶν ἰητρῶν τὰς μὲν διδάξαι,
3. τὰς δὲ ἀποδιδάξαι, τὴν ἀσάφειαν ἔχει αὐτὴ δι’ ἑαυτὴν
4. ἡ λέξις, οὐ προσδεχομένων ἡμῶν εἶναί τινας ἁμαρτίας, ἃς
5. διδάξαι χρὴ, τοιοῦτόν ἐστι κἀκεῖνο· καὶ ἡ ἀνάτασις τοῦ ἄρθρου
6. κέκλασται ἐν τουτέῳ τῷ σχήματι. τὸ γὰρ ἐκτεταμένης
7. τῆς χειρὸς σχῆμα κεκλασμένον, φησὶν, ἔχει τὸ ἄρθρον
8. τὸ κατ’ ἀγκῶνα. δοκεῖ δὲ τοῦτ’ ἄτοπον εἶναι κεκλάσθαι
9. φάναι τὸ εὐθύ. τὸ μέντοι λελεγμένον οὕτως· εἰ τοῦ βραχίονος
10. τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πήχεος βαθμίδι, ἐν τοιουτέῳ
11. τῷ σχήματι ἐρεῖδον, ἰθυωρίην ποιέει τοῖσιν ὀστέοισι
12. τοῦ πήχεος καὶ τοῦ βραχίονος, ὡς ἓν εἴη τὸ πᾶν. εἰ μέντοι
13. τις ἑώρακεν ὁποῖόν ἐστι τῶν ὀστῶν ἑκάτερον, ὑπὲρ ὧν
14. ὁ λόγος ἐστὶν, οὐδεμίαν ἀσάφειαν ἔχει. τῷ δ’ ἀγνοοῦντι
15. τῆς κατ’ ἀγκῶνα διαρθρώσεως τὴν φύσιν ἀσαφὴς εἰκότως
16. ἡ λέξις φαίνεται. δοκεῖ δέ μοι βέλτιον εἶναι καὶ τὰ τοιαῦτα
17. πάντα ἐξηγεῖσθαι, διὰ τὸ τοὺς πλείστους τῶν ἀναγινωσκόντων
18. τὸ βιβλίον ἀμαθεῖς ἀνατομῆς εἶναι. τὰ μέντοι μηδὲν
1. ἐχόντων τοιοῦτον παρέρχεσθαι προσήκει, τοσοῦτον προειπόντα
2. περὶ αὐτῶν ἔτι τοῖς ἀναγνωσομένοις τὸ βιβλίον, ἐάν
3. τινα λέξιν ὧν ἐξηγησάμην ἀσαφὲς ἔχειν τι νομίσῃς, ἐπίσκεψαι
4. μὲν πρῶτον εἰ μὲν τὸ βιβλίον ἡμάρτηταί σου παραβάλλων
5. τε καὶ ἀντεξετάζων τοῖς ἀξιοπίστοις ἀντιγράφοις· εἶτ’
6. ἂν ὀρθῶς ἔχειν φαίνηται, δεύτερόν τε καὶ τρίτον ἀνάγνωθι
7. τὴν αὐτὴν λέξιν προσέχων ἀκριβῶς αὐτῇ τὸν νοῦν. ἐγὼ γὰρ
8. ὅταν μὲν παρὼν παρόντι συναναγινώσκω τι βιβλίον, ἀκριβῶς
9. στοχάζεσθαι δύναμαι τοῦ μέτρου τῆς ἐξηγήσεως, ἀποβλέπων
10. ἑκάστοτε πρὸς τὴν τοῦ μανθάνοντος ἕξιν. ὅταν δὲ
11. γράφω πᾶσιν, οὔτε τοῦ ἄριστα παρεσκευασμένου οὔτε τοῦ
12. χείριστα στοχάζομαι. τὸ μὲν γὰρ τοῖς πλείστοις ἀσαφὲς
13. ἔσται, τὸ δὲ ἀνιᾶται χρονίζοντας ἐν τοῖς σαφέσιν. ἄριστον
14. οὖν ἡγοῦμαι τῶν μέσην ἕξιν ἐχόντων στοχάζεσθαι· τούτου
15. δὲ ἀποτυγχάνων ἐπὶ τοὺς ἑκτικωτέρους ἐπόπτειν μᾶλλον.
16. οὐδὲ γὰρ ὅλως ὑπομνήμασιν ἐντυγχάνειν ἀξιῶ, τοὺς
17. κατωτέρους τῆς μέσης ἕξεως, οἷς ἀγαπητόν ἐστι παρὰ διδασκάλων
1. ἀκούσασι πολλάκις τὰ αὐτὰ κατ’ ἄλλην καὶ ἄλλην
2. λέξιν ἑρμηνευόμενα συνιέναι τῶν λεγομένων.

Cliquer un n° de page pour en afficher l’image