Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 2.1, ed. Kühn, 1830, vol. 18b, p. 418-421. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:2.1

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ

ΠΕΡΙ ΑΓΜΩΝ ΥΠΟΜΝΗΜΑ Β.


2. Ἢν δὲ ὁ βραχίων καταγῇ.

4. Τινὲς μὲν τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὡς κατὰ τὸν
5. ἔμπροσθεν λόγον, ὠνόμαζον πῆχυν ἐνίοτε μὲν ὅλον τὸ μόριον,
6. ὃ μεταξὺ τῆς κατὰ καρπόν τε καὶ ἀγκῶνα διαρθρώσεώς
7. ἐστιν, ἐνίοτε δὲ τοῖν κατ’ αὐτὸν δυοῖν ὀστοῖν τὸ μακρότερον
8. οὕτως αὐτὸν ὀνομάζειν βραχίονά φασι τὸ μεταξὺ ἐὸν
1. τῆς κατ’ ὦμόν τε καὶ ἀγκῶνα τὸ περιεχόμενον ὀστοῦν ἐν
2. αὐτῷ, τινὲς δὲ τὰ μόρια μὲν οὕτως αὐτὸν ὀνομάζειν φασὶ
3. τὰ μεταξὺ τῶν διαρθρώσεων, οὐ μὴν αὐτά γε τὰ ὀστέα.
4. σύνηθες γὰρ εἶναι καὶ ἡμῖν οὕτως λέγειν, ἐπλήγη τὴν κεφαλὴν
5. ὅδε τις ἢ τὴν γένυν ἢ τὴν ῥῖνα κἂν ἐν
6. αὐτῷ μόνῳ τῷ δέρματι συστῇ τὸ γινόμενον ἐκ τῆς πληγῆς
7. πάθημα, κἂν συνδιατεθῇ τι τῶν ἔνδον οἷον ὑμένα μυὸς ἢ
8. νεῦρον ἢ ἀρτηρίαν ἢ φλέβα. καὶ τοίνυν ὅταν φῶμεν ἡλκῶσθαι
9. τὸν βραχίονα, δηλοῦμεν τῇ λέξει τῇδε· γεγονέναι πάθος
10. ἐν βραχίονι τὸ καλούμενον ἕλκος. ἐπεὶ δ’ ἐν τῷ λόγῳ
11. τοῦ ἕλκους ἡ σὰρξ περιέχεται, κἂν μὴ διὰ τῆς ἰδίας αὐτὴν
12. προσηγορίας καλέσωμεν, ἀλλά γε διὰ τοῦ ἕλκους ἐπεδειξάμεθα.
13. τὴν γὰρ ἐν τῇ σαρκὶ διαίρεσιν ἕλκος ὀνομάζομεν,
14. ὥστε ἐν τῷ φάναι Δίωνος, εἰ οὕτως ἔτυχεν, ἡλκῶσθαι τὸν
15. βραχίονα, δηλοῦσθαι τὴν ἐν τῷ βραχίονι σάρκα. κατὰ τὸν
16. αὐτὸν οὗν τρόπον ἐν τῷ φάναι καταγέντα τὸν βραχίονα καὶ
17. ἑλκοῦσθαί φασι κατ’ ἐκεῖνο τὸ μόριον ὀστοῦν πεπονθέναι
18. τὸ πάθος ὃ προσαγορεύεται κάταγμα. τοῦτο μὲν οὖν ἐν
1. ὀνόματι καὶ σημαινομένῳ τὴν ἀμφισβήτησιν ἔχει, μήτ’ ὠφελοῦν
2. μήτε βλάπτον ἡμᾶς εἰς τὴν τοῦ κατάγματος ἴασιν. ἃ
3. δὲ ἐφεξῆς λέγει διδασκαλία τῆς ἰάσεώς ἐστιν, ἣν ποιεῖσθαι
4. προσήκει συντριβέντος τοῦ βραχίονος, ὡς μὲν ἐμοὶ φαίνεται,
5. σαφὴς οὖσα πᾶσα, καθάπερ καὶ ἄλλα τὰ πρόσθεν, ὅσα
6. περὶ τοῦ πήχεος ἔγραψε· καὶ γὰρ κἀκείνων πλὴν ὀλιγίστων
7. λέξεων ἦν σαφῆ προστιθέντα δι’ ἣν εἰς τὴν ἑκάστου τῶν
8. κελευομένων ὑπ’ αὐτοῦ πράττεσθαι τὸ τῆς αἰτίας ἐμηκύναμεν
9. τὸν λόγον ἔξω μὲν ὄντα τοῖ κατὰ τὸ κύριον σημαινομένου
10. τῆς ἐξηγήσεως, εἰθισμένον δ’, ὡς ἔφην, τοῖς ἐξηγηταῖς.
11. ἀλλὰ καὶ τούτους αὐτοὺς τοὺς λογισμοὺς ἑτέρωθι διὰ βραχέων
12. αὐτοῦ εἰρηκότος οὐδ’ ἐνταῦθα τὴν εὕρεσιν αὐτῶν
13. ἡμεῖς προσεθήκαμεν, ἀλλὰ τὴν τάξιν ὑπηλλάξαμεν. ἐπὶ δὲ
14. τοῦ νῦν προκειμένου παντὸς καὶ ὁ λόγος σαφής ἐστι καθ’
15. ἑαυτὸν ἐξεταζόμενος καὶ τὴν αἰτίαν ἑκάστου τῶν λεγομένων
16. ἔχει προειρημένην ἐν τοῖς περὶ τοῦ πήχεος λόγοις, ὑπὸ γὰρ
17. τὰ καθόλου συμβουλευόμενα κατ’ ἐκεῖνον ἐπάγεται καὶ ταῦτα,
18. πρῶτον μὲν τὸ σχῆμα τῆς ὅλης χειρὸς, εἶθ’ ἡ κατάστασις,
19. εἶθ’ ἡ διάπλασις, ἐφ’ ᾗ θέσις ἐσχάτη καὶ ταῦτ’
1. ἤτοι γε εἴη διαφορά τις ἢ ἀνάληψις. ἐπὶ προεγνωσμένοις
2. οὖν τούτοις εἴ τι παραπίπτοι βραχὺ μὴ σαφὲς ἐξηγησόμεθα
3. διὰ τῶν ἑξῆς.

Cliquer un n° de page pour en afficher l’image