Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 2.10, ed. Kühn, 1830, vol. 18b, p. 438-440. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:2.10


16. Ἢν δέ τι κινηθῇ ἐκ τῆς χώρης ἢ τῶν δακτύλων ἄρθρον ἢ
17. ἄλλο τι τῶν ὀστέων τοῦ ταρσοῦ καλεομένου ἀναγκάζειν
18. μὲν χρὴ ἐς τὴν ἑωυτοῦ χώρην ἕκαστον, ὥσπερ καὶ τὰ ἐν
19. τῇ χειρὶ εἴρηται.

1. Οὐχ ὡς προειρηκώς τι περὶ τῶν ἐν τῇ χειρὶ συνισταμένων
2. ὀστῶν εἶπε τὸ, ὥσπερ καὶ τὰ ἐν τῇ χειρὶ, ἀλλ’ εἰ
3. καὶ οὕτως ἔτυχεν εἰπών· ἀναγκάζειν μὲν χρὴ εἰς τὴν ἑαυτοῦ
4. χώραν ἕκαστον τῶν ἐν τῷ ποδὶ, κατὰ δὲ τὸν αὐτὸν
5. τρόπον χρὴ καὶ τὰ ἐν τῇ χειρί. γέγραπται δὲ ἐν τισὶ μὲν
6. ἀναγκάζειν, ἐν τισὶ δὲ καταναγκάζειν εἴρηται. σημαίνει δ’
7. ἡ λέξις τοῖον, εἰ εἶπε μὲν τιθέντα ἐν τῇ οἰκείᾳ χώρᾳ τὸ
8. κινηθὲν ὀστοῦν. κινεῖται δὲ ἀποῤῥηγνυμένων τῶν συναπτόντων
9. αὐτὰ πρὸς τὰ πλησιάζοντα συνδέσμων, ἀλλὰ οὔτε
10. πάντες οἱ περιέχοντες ἐγκύκλως σύνδεσμοι τὸ κινηθὲν ὀστοῦν
11. ἀποῤῥήγνυνται. σπάνιον γὰρ ἀκριβῶς τὸ τοιοῦτον καταλιπὸν
12. ἅπασαν τὴν ἑαυτοῦ χώραν τὸ βλαβὲν οὕτως ἀναπηδᾷν
13. πρὸς τὸ δέρμα καὶ μάλιστα οἷς ἐστι χαλαρὸν, ὥστε γε σύντομον
14. ἀνθίσταται τὴν ἑαυτοῦ φορὰν τοῦ κινηθέντος ὀστοῦ.
15. διὰ τοῦτο οὖν οὐδὲ εἰς τὸ κάτω τοῦ ποδὸς εἴωθε
16. τὰ πολλὰ τὸ κινηθὲν ὀστοῦν ἐξίσχειν, ὅτι σκληρὸν καὶ παχὺ
17. τὸ ταύτης δέρμα τὸ καλούμενον ἴχνος· ἀλλὰ καὶ διότι τὰ
18. πλήττοντα τοὐπίπαν ἐκ τῶν ἄνω μερῶν ἐμπίπτει τῷ ποδί.
1. μόνος οὖν οὗτος εἰς τὸ κάτω μέρος ἐκστήσεται τὸ κινηθὲν
2. ὀστοῦν, ὅταν ἀφ’ ὑψηλοῦ τινος ὁ ἄνθρωπος ἐπὶ λίαν τραχεῖς
3. ἐξοχὰς ἢ ὀξείας ἔχοντα πηδήσεται. τὰ μὲν οὖν πάντοθεν
4. ἀπολυθέντα τελέως, ὁκόταν τῆς ἑαυτοῦ χώρας εἴτε κάτω
5. τοῦ ποδὸς εἴτ’ ἄνωθεν χωρήσειε χαλεπώτερόν ἐστιν εἰς τὴν
6. οἰκείαν ἐμβαλεῖν χώραν. εἰ δέ γε καὶ σπανίως τυχηθείη
7. τινὰ τὸ ἔργον, ἀλλὰ καὶ τὸ φυλάξαι γε τὴν χώραν ἀεὶ χαλαρόν.
8. ἔνθα γὰρ ὀστοῦν πάλιν σφοδρότερον κινηθῇ, κλήσεται
9. τοὺς κρατοῦντας αὐτὸ συνδέσμους, οὐκ ἔχοντα δὲ ἐκ
10. μέρους μὲν ἐχόμενα φυλαττομένων ἡμῶν τῶν συνδέσμων, ἐκ
11. μέρους δ’ ἀπολελυμένα καθάπερ ἂν ἀποῤῥαγῶσιν εἰ προκύπτειν
12. εἴωθε, διατείνοντας οὖν ὅλον τὸν πόδα καταναγκάζειν
13. αὐτὸν προσήκει.

Cliquer un n° de page pour en afficher l’image