6. Ὑγιῆ δὲ γίνεται ἐν εἴκοσιν ἡμέρῃσι τελέως ἅπαντα
7. πλὴν ὁκόσα κοινωνέει τοῖσι τῆς κνήμης ὀστέοισι καὶ αὐτέῃ
8. τῇ ἵξει. ξυμφέρει δὲ κατακεῖσθαι τοῦτον τὸν χρόνον·
9. ἀλλὰ γὰρ οὐ τολμέουσιν ὑπερορῶντες τὸ νόσημα, ἀλλὰ
10. περιέρχονται πρὶν ὑγιέες γενέσθαι. διὰ τοῦτο καὶ οἱ
11. πλεῖστοι οὐκ ἐξυγιαίνουσι τελέως, ἀλλὰ πολλάκις ἐπιβάλλειν
12. αὐτοὺς ὁ πόνος ὑπομιμνήσκει εἰκότως· ὅλον γὰρ τὸ
13. ἄχθος τοῦ σώματος οἱ πόδες ὀχέουσιν. ὁκόταν οὖν μήπω
14. ὑγιέες ἐόντες ὁδοιπορέουσι φλαύρως ξυναλθάσσεται
15. τὰ ἄρθρα κινηθέντα. διὰ τοῦτο ἄλλοτε καὶ
16. ἄλλοτε ὀδυνῶνται τὰ πρὸς τῇ κνήμῃ, τὰ δὲ κοινωνέοντα
17. τοῖσι τῆς κνήμης ὀστέοισιν μείζω τε τῶν ἑτέρων ἐστὶ
18. καὶ κινηθέντων τούτων πολυχρονιωτέρα ἡ ἄλθαξις. ἴησις
19. μὲν οὖν ἡ αὐτή.
1. Λέγει τῆς ὅλης κνήμης εἴγε καὶ τὸ κατὰ τὴν ἴξιν αὐτὸ
2. σημαίνει τὸ κατ’ εὐθὺ πολλάκις ἐν πολλοῖς εἰρημένον, ἀλλὰ
3. καὶ κατωτέρω τρὶς ἐφεξῆς κέχρηται τῷ ὀνόματι περὶ κνήμης
4. διαλεγόμενος ἐν τῇ ῥήσει· τοῦ γὰρ μηροῦ ἡ κεφαλὴ ὑπεροχέει
5. τὸ ὕπερθεν τοῦ σώματος αὕτη τε ἔσωθεν πέφυκε τοῦ
6. σκέλους καὶ οὐκ ἔξωθεν, ἀλλὰ κατὰ τὴν τοῦ ἀντικνημίου
7. ἴξιν, ἅμα δὲ τὸ ἄλλο ἥμισυ τοῦ σώματος γειτονεύεται μᾶλλον
8. ταύτῃ τῇ ἴξει, ἀλλ’ οὐχὶ τῇ εἴσωθεν. ἅμα δὲ ὅτι παχύτερον
9. τὸ ἔσω τοῦ ἔξωθεν, ὡς καὶ τὸ ἐν τῷ πήχει τὸ κατὰ
10. τὴν τοῦ μικροῦ δακτύλου ἴξιν, λεπτότερον καὶ μακρότερον.