2. Καὶ ἐπὶ πᾶν ἔνθεν καὶ ἔνθεν ἐπιδέειν, πιέζειν δὲ ὥσπερ
3. καὶ τἄλλα πάντα ταύτῃ μάλιστα ᾗ ἐκινήθη καὶ τὰς πρώτας
4. περιβολὰς τῶν ὀθονίων κατὰ ταῦτα ποιέεσθαι.
6. Ἔμπροσθεν ἐκέλευσεν ἡμᾶς ἐν ταῖς ῥοπαῖς τῶν κατεαγότων,
7. ἵν’ εἰ μὲν ἐπὶ τῇ δεξιᾷ ῥέποιεν εἰς τὰ ἀριστερὰ περιτρέποιμεν,
8. εἰ δ’ εἰς ἐκεῖνα, πρὸς τὴν δεξιὰν ἐπανάγωμεν,
9. ἐν δὲ τοῖς κατὰ τὸν πόδα τοὐπίπαν ἰσόῤῤοπον ποιεῖσθαι
10. χρὴ τὴν ἐπίδεσιν, ἐπειδὴ τὰ τῆς ἰδίας χώρας ἐξιστάμενα
11. τῶν ὀστῶν οὐκ εἰς τὰ πλάγια ποιεῖται τὴν ῥοπὴν, ἀλλ’ εἰς
12. τὸν ἄνω τόπον ἢ τὸν κάτω.