15. Ἐν δὲ ἑκάστῃ τῶν ἀπολυσίων ὕδατι πολλῷ θερμῷ χρέεσθαι.
16. ἐν πᾶσι δὲ πολλὸν ὕδωρ θερμὸν καταχέειν τοῖσι
17. κατ’ ἄρθρα σίνεσιν. αἱ δὲ πιήζιες καὶ αἱ καλάσιες ἐν
18. τοῖσιν αὐτέοισιν χρόνοισι τὰ αὐτὰ σημεῖα δεικνυόντων
1. ἅπερ ἐπὶ τοῖσιν πρόσθεν καὶ τὰς μετ’ ἐπιδέσιας ὡσαύτως
2. χρὴ ποιέεσθαι. ὑγιέες δὲ τελέως οὗτοι γίνονται
3. ἐν τεσσαράκοντα ἡμέρῃσι μάλιστα, ἢν τολμέωσι κατακεῖσθαι.
4. ἢν δὲ μὴ, πάσχουσι ταῦτα ἃ καὶ πρότερον καὶ
5. ἐπὶ μᾶλλον.
7. Ἔνθα πραΰνειν μὲν ὀδύνην, χαλάσαι δὲ τὴν τάσιν βούλεται
8. τῶν σωμάτων, ἐνταῦθα πλέονι χρῆσθαι καταντλήσει
9. θερμοῦ ὕδατος, ἔστι δὲ μάλιστα ἐν τοῖς κατ’ ἄρθρα τοιαῦτα
10. παθήματα· νευρωδέστερά τε γὰρ καὶ ὀστωδέστερα ταῦτα
11. τὰ μόρια. θλίβεται οὖν ὑπὸ τοῦ φλεγμαίνοντος καὶ μᾶλλον
12. αἰσθάνεται τῆς ὀδύνης, ὅτι νευρωδέστερα εἶναι. σίνεσιν δ’
13. εἶπε τὰ οἷον βλάμματα, διότι καὶ τὸ βλάπτεσθαι σίνεσθαι
14. καλεῖ.