17. Ὅσοι δὲ πηδήσαντες ἀφ’ ὑψηλοῦ τινος ἐστηρίξαντο τῇ πτέρνῃ
18. ἰσχυρῶς, τουτέοισι διΐστανται μὲν τὰ ὀστέα, φλεβία
1. δ’ ἐκχυμοῦνται ἀμφιθλασθείσης τῆς σαρκὸς ἀμφὶ τὸ
2. ὀστέον, οἴδημα δ’ ἐπιγίνεται καὶ πόνος πουλύς. τὸ γὰρ
3. ὀστέον τοῦτο οὐ σμικρόν ἐστι καὶ ὑπερέχει μὲν ὑπὸ τὴν
4. ἰθυωρίην τῆς κνήμης.
6. Ἐκχυμοῦσθαι τὰς φλέβας εἶπε σημῆναι βουλόμενος
7. ἐκχεῖσθαι τὸν ἐν ἑαυταῖς περιεχόμενον ἔξω χυμὸν, ὅπερ ἐστὶ
8. τὸ αἷμα. γίγνεται δὲ τοῦτο θλασθέντος αὐτοῦ τοῦ χιτῶνος·
9. ὅσα γὰρ θλάττεται σώματα τὴν φυσικὴν ἕνωσιν ἀπόλλυται
10. κατὰ πολλὰ μέρη καὶ μικρὰ διασπώμενα, καθ’ ἃ καὶ
11. περιεκχεῖται τὸ αἷμα. τοῦτο οὖν τὸ ἐκχυθὲν αἷμα δέχονται
12. μὲν αἱ περιεχόμεναι χῶραι τὴν φλέβα, δεξάμεναι δὲ οὐ
13. φυλάσσουσιν οἷον ἐδέξαντο, μελαίνεται μὲν γὰρ ἐν τῷ χρόνῳ,
14. καθάπερ εἰ κἀκτὸς ἐκχυθὲν ἐχρόνισε, καὶ γίνεται πάθος ὃ
15. καλεῖται θρόμβωσις, ἐξ οὗ παθήματος ἐγγενομένου τῷ αἵματι,
16. θρόμβος μὲν ἤδη τὸ αἷμα καλεῖται καὶ ἔστι. μέλαν
17. δὲ γίγνεται τῇ χρόᾳ καὶ σήπεται ἐντεῦθεν μοχθηρῶς. ἀλλὰ
18. ταῦτα μὲν οὐχ οἷόν τε χαλεπώτατα συμπίπτειν τοῖς ἐκχύμασιν,
1. ἵν’ ὅταν ὑπὸ τῆς φύσεως κρατεῖται μεταβάλλῃ, καθάπερ
2. καὶ ἄλλο κατὰ τὰς πεττομένας φλέγμονας αἷμα, καὶ
3. γίγνεται πῦον. ἵνα δὲ κρατήσῃ τοῦ αἵματος ἡ ἐν τοῖς μορίοις
4. φύσις, ἐστοχάσθαι χρὴ δυοῖν τούτοιν, ἑτέρου μὲν ὡς
5. μὴ φλεγμῆναι τὰ σώματα καὶ ὅπως τοῦτο γίγνεται πρότερον
6. ἐμάθομεν, ἑτέρου δὲ τοῦ διωρίσθαι τὸ παρεκκεχυμένον
7. αἷμα. τοῦτο οὖν στοχαζόμενος ὁ Ἱπποκράτης κατὰ μέρος
8. ἐφεξῆς πάντα συμβουλεύει. διΐσταται δὲ, ἔφη, τὰ ὀστέα τῶν
9. οὕτω πηδησάντων ἀποῤῥηγνυμένων δηλονότι τῶν συμφυόντων
10. αὐτὰ συνδέσμων, ὥσπερ ὀλίγον ἔμπροσθεν ὑπὲρ τῶν
11. κατὰ τὸν ταρσὸν ἐλέγομεν. ἔζευκται δὲ τῇ πτέρνῃ κατὰ τὸ
12. ἄνω μέρος ὁ ἀστράγαλος. ἔμπροσθεν δὲ τὸ καλούμενον
13. κυβοειδὲς, ὥσπερ γε καὶ τῷ ἀστραγάλῳ κατὰ τὰ πρόσω
14. μέρη συνήρθρωται τὸ σκαφοειδὲς ὀνομαζόμενον
15. ὀστοῦν καὶ τούτοις ἀμφοτέροις τῷ τε κυβοειδεῖ καὶ
16. τῷ σκαφοειδεῖ τὰ τοῦ ταρσοῦ τέτταρα. δέδεικται δὲ ὑπὲρ
17. τούτων ἁπάντων τῶν ὀστῶν τῶν τε κατὰ πόδα καὶ ἄκραν
18. χεῖρα κατὰ τὸ περὶ τῶν ὀστῶν ὑπόμνημα.