2. Κοινωνέει δὲ φλεψὶ καὶ νεύροις ἐπικαίροισιν, ὁ τένων δὲ
3. ὀπίσθιος τούτῳ προσήρτηται τῷ ὀστέῳ. τούτους χρὴ
4. ἰητρεύειν μὲν κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν. ὕδατι
5. δὲ θερμῷ πλείστῳ τουτέοισιν χρῆσθαι καὶ ὀθονίοισι
6. πλείοσιν· ἐπὶ τουτέοισι δεῖ καὶ ἄλλως ὡς βελτίστων καὶ
7. προσηνεστάτων.
9. Τῷ τῆς πτέρνης, φησὶν, ὀστέῳ κοινωνεῖ μὲν νεῦρα
10. μεγάλα, τοῦτο γὰρ αὐτὸ νῦν δηλοῖ τὸ ἐπίκαιρα· καθάπερ
11. δὲ καὶ φλέβες οὐ μικραί. συμπέφυκε δὲ ὀπίσθιος τένων ὁ
12. ἐκ τῶν κατὰ τὴν γαστροκνημίαν μυῶν γενόμενος. εἴρηται
13. δὲ καὶ περὶ τούτων αὐτάρκως ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι
14. καὶ τῇ τῶν μυῶν ἀνατομῇ· καὶ χρὴ ταῦτά γε ἀκριβῶς
15. μεμαθηκέναι τὸν ἀκολουθεῖν βουλόμενον οἷς νῦν ὁ Ἱπποκράτης διδάσκει.