Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 2.18, ed. Kühn, 1830, vol. 18b, p. 449-452. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:2.18


2. Καὶ ἢν μὲν τύχῃ ἁπαλὸν τὸ δέρμα φύσει ἔχων τὸ ἀμφὶ τῇ
3. πτέρνῃ ἐᾷν οὕτως· ἢν δὲ παχὺ καὶ σκληρὸν οἷα μετεξέτεροι
4. ἴσχουσι, κατατέμνειν χρὴ ὁμαλῶς καὶ διαλεπτύνειν
5. μὴ διατρώσκοντα.

7. Τῶν προειρημένων παθημάτων περὶ τὴν πτέρναν τε
8. καὶ κατὰ τὰ συνεχῆ μόρια γενομένων κίνδυνός ἐστιν ὀδύνας
9. τε μεγάλας ἀκολουθήσειν καὶ φλεγμονὴν οὐ σμικράν.
10. ὀστώδη τε γὰρ τὰ χωρία καὶ οὐκ ἐκ τῶν ἐπιτυχόντων
11. ὀστῶν, ἀλλ’ ἐκ πάνυ μικρῶν συνηρθρωμένα, ὥστε ἐὰν καὶ
12. βραχέα τινὰ γένηται φλεγμονῆς μεγάλας ὀδύνας ἔσεσθαι διὰ
13. τὴν θλίψιν. ὁ δ’ ἐμφυόμενος τῇ πτέρνῃ τένων ἀξιόλογος
14. ὢν τὸ μέγεθος, εἰ φλεγμήνῃ, κίνδυνον ἕξει σπασμῶν. καὶ
15. μὴν καὶ νεῦρα κατὰ τὸ μόριον τοῦτο μεγάλα τέτακται
16. ψαύοντα τῶν ὀστῶν, ὡς καὶ τοῦτ’ ἔμαθες ἐν τῇ τῶν νεύρων
17. ἀνατομῇ. ταῦτα οὖν τἄλλα τῆς θεραπείας ἁπάσης
18. ἠκριβῶσθαι χρὴ κατά τε τὴν τῆς διαίτης λεπτότητα καὶ
1. τὸ πλῆθος τοῦ καταντλουμένου θερμοῦ, καὶ μέντοι καὶ τὸ
2. δέρμα τὸ κάτω ὃ προσαγορεύουσιν ἴχνος ἐπὶ πολλοῦ χρή.
3. σύμμετρον δὲ ἐφ’ ὧν σκληρόν ἐστιν ὅρον τοῦ βάθους τῆς
4. τομῆς ποιούμενος τὴν σκληρότητα. τυλοῦται γὰρ ἐπ’ ἐνίων,
5. ὡς μηδ’ ἐπὶ βραχὺ προχεῖν αἵματος, ἢν μὴ μέχρι βάθους
6. ἱκανοῦ καθιῇ τις τὴν σμίλην. αὐτὸ μὲν δὴ τοῦτο αὐτοῦ
7. προσήκει τέμνειν τὸ μέρος ὃ οὔτε προχεῖ τι τοῦ αἵματος,
8. ἐκείνου δὲ φείδεσθαι καθὸ τέμνομεν εὐθέως αἱμάσεται· καὶ
9. γὰρ ὀδυνᾶται τεμνόμενον. ἐκεῖ δὲ οὐχ ἁπλῶς τέμνειν, ἀλλ’
10. ὁμαλῶς τὸ σκληρὸν τοῦ δέρματος. ἔχοις δ’ ἂν τρεῖς σκοποὺς
11. τοῦ τέμνειν ὁμαλῶς, κατὰ μὲν τὸ μῆκος τῆς
12. τομῆς, ἕτερον δὲ τὸ βάθος καὶ τρίτον καὶ τὸ μεταξὺ διάστημα.
13. χρὴ γὰρ ἴσας τε τῷ μήκει καὶ πλάτει τὰς τομὰς
14. ἀλλήλαις τέμνειν, ἴσον τε διεστηκυίας ὥσπερ ἅπαν ὁμοίως
15. τὸ ἴχνος ἀλύπως ἐπεκτείνηται κατὰ τὸν τῆς φλεγμονῆς καιρόν.
16. ἴσμεν γὰρ ὅτι τε τὰ φλεγμαίνοντα πάντα γίγνεται καὶ
17. ὡς αἱ τάσεις ὀδύνας τε γεννῶσι καὶ φλεγμονὰς αὔξουσι καὶ
18. σπασμοὺς ἐπικαλοῦνται. ὡς οὖν ἡ πολλὴ κατάντλησις ὕδατος
1. θερμοῦ παραχεομένου δαψιλοῦς ἐλαίου τὴν τάσιν ἐκλύουσα
2. μεγάλως ὀνίνησιν, οὕτως καὶ τὰς τομὰς ἐπενόησε ποιεῖσθαι
3. τοσοῦτον κατιούσας εἰς τὸ βάθος, ὡς μηδέπω τιτρώσκειν
4. τὸ ἔναιμον τοῦ δέρματος, ἐπινενοῆσθαι χρησίμως
5. αὐτῷ τὰς ἀμυχὰς, ὅπου κἀπὶ τῶν ἄλλων μορίων, ὅταν γε
6. μεγάλως φλεγμαίνῃ, σχάζειν ἀναγκαζόμεθα τὸ δέρμα, τοῦτο
7. μὲν κενοῦντές τι τῆς περιουσίας τοῦ κατὰ τὴν φλεγμονὴν
8. αἵματος, τοῦτο δὲ καὶ δι’ ἀναπνοὰς ἐργαζόμενοι καὶ προσέτι
9. τὴν τάσιν ἐκλύοντες ἣν ἐκ τῆς φλεγμονῆς ἔσχεν. ἐπὶ δὲ
10. τοῦ ποδὸς, ἐπειδὴ καὶ μᾶλλον ἐπὶ τὸ σχάζειν τὸ δέρμα παραγενησόμεθα,
11. κἂν μηδέπω φλεγμαίνῃ, διότι σκληρότατον
12. ὂν, ἐφ’ ὅ γε τοιοῦτόν ἐστιν οὐ δύναται προσεπεκτείνεσθαι
13. κατὰ τὰς φλεγμονάς· αὐτό τε οὖν ὀδυνήσεται τεταμένον
14. ἰσχυρῶς, θλάσεται δὲ τῇ περιτάσει τὰ ὑποκείμενα καὶ μάλιστα
15. τὸν συμπεφυκότα τένοντα πλάτος ἐκ μιᾶς ἀπονευρώσεως
16. ἑνὸς τῶν κατὰ τὴν γαστροκνημίαν μυῶν ἔχει τὴν γένεσιν.
17. ἐάν περ οὖν οὗτος εἰς ὀδύνην τε καὶ φλεγμονὴν
18. ἀφίκηται, κίνδυνος ὅλῳ τῷ μυῒ παραθεῖναι τὰ αὐτά. τοῦτο
1. δ’ εἰ γένοιτο καὶ σπασμὸν ἀκολουθήσειν εἰκός. διὰ ταῦτ’
2. οὖν ἅπαντα τέμνειν μὲν, ὡς εἴρηται, προσήκει τὸ ἴχνος, ἑξῆς
3. δὲ λεπτύνειν, ὡς ἔφην, τουτέστι λεπτὸν ἐργάζεσθαι. γένοιτο
4. δ’ ἂν τοῦτο τῆς μὲν σκληρότητος αὐτοῦ μαλαττομένης, τοῦ
5. δὲ πλήθους καθαιρομένου. γενήσεται δ’ ἄμφω ταῦτα καταντλούντων
6. ἔλαιόν τε καὶ ὕδωρ θερμὸν οὐκ ὀλίγον· εἶτ’
7. ἐπὶ τῇ καταντλήσει πρὸ τῶν ἐπιδέσμων ὑπολειφόντων ἔλαιον
8. μηδεμίαν ἔχον στύψιν.

Cliquer un n° de page pour en afficher l’image