11. Ἐπιδεῖν δὲ ἀγαθῶς οὐ παντὸς ἀνδρός ἐστι τὰ τοιαῦτα·
12. ἢν γάρ τις ἐπιδέῃ, ὥσπερ καὶ τὰ ἄλλα τὰ κατὰ τὰ σφυρὰ
13. ἐπιδεῖται, ὁτὲ μὲν περὶ τὸν πόδα ἐπιβαλλόμενος, ὁτὲ δὲ
14. περὶ τὸν τένοντα, αἱ ἀποσφίγξεις αὗται χωρίζουσι μὲν
15. τὴν πτέρνην, ᾗ τὸ θλάσμα ἐγένετο.
17. Τῷ μὲν ἀγαθῶς ἀντὶ τοῦ καλῶς οὗτός τε καὶ οἱ ἄλλοι
18. παλαιοὶ πολλάκις εἰρήκασιν. ἀξιοῖ δὲ καὶ τὰ περὶ τὴν
1. πτέρναν ἐπιδεῖν τῷ καταγματικῷ τρόπῳ μεμφόμενος τοὺς
2. οὕτως ἐπιδοῦντας, ὡς ἐπιδεῖν εἰθίσμεθα πολλάκις ἕνεκα
3. τοῦ κρατῆσαί τι τῶν ἐπικειμένων αὐτοῖς φαρμάκων ἢ καταπλασμάτων
4. ἢ καὶ τινας ἐπιβροχάς. ἔστι δ’ ὁ τρόπος
5. τῆς ἐπιδέσεως ᾧ μέμφεται τοιόσδε.
6. Τῆς ἀρχῆς τοῦ ἐπιδέσμου λοξῆς ἀνατεταμένης κατὰ τὸ
7. σφυρὸν ἡ νομὴ τῆς ἐπιδέσεως γίγνεται πρὸς τὸ κάτω τοῦ
8. ποδὸς ἔμπροσθεν τοῦ προπετοῦς τῆς κνήμης πέρατος ὃ καλοῦσιν
9. ἀστράγαλον. ἐντεῦθεν δὲ πάλιν ὑποστρεψάντων
10. ἐγκαρσίως ὑπὸ τὸ τοῦ ποδὸς ἴχνος ἐπίδεσμος ἀχθεὶς
11. καὶ διελθὼν ὅλον τὸν πόδα μέχρι τῆς ἀντικειμένης χώρας
12. αὖθις ἀνάγεται λοξὸς, ἐκ τῶν κάτω τε καὶ πρόσω μερῶν
13. τοῦ ἀστραγάλου ψαύων αὐτοῦ, καθάπερ καὶ πρόσθεν τε
14. κατήγετο τῇ αὐτῇ χρωμένων τῇ νομῇ συντυχεῖν ἀναγκαῖόν
15. ἐστι κατὰ τὸ πρόσω τοῦ ποδὸς ἑαυτῷ τὸν ἐπίδεσμον
16. γενέσθαι τὸ σχῆμα παραπλήσιον τῷ χ γράμματι.
17. κἀντεῦθεν κύκλῳ κατὰ τὸ σφυρὸν ἑλιχθέντα παραγενέσθαι
18. πάλιν ἐπ’ ἐκεῖνον τὸν τρόπον, ὅθεν ἤρξατο καὶ οὕτως ἐκ
19. δευτέρου τὰς αὐτὰς ἔχειν περιβολὰς αἷς διῆλθον, ὡς ἐπὶ τὴν
1. ἀρχὴν αὖθις ἀνελθεῖν, εἶτ’ ἐντεῦθεν εἴς τε τὸ τρίτον ἑλιχθέντα
2. κατὰ τὴν αὐτὴν νομὴν ἐπὶ τὴν ἀρχὴν ἀφικέσθαι
3. πάλιν ἐντεῦθέν τε περὶ τὸ σφυρόν. ἔνιοι δ’ ὅταν ἑλίξωσι
4. τὴν ὑπὸ τὸ ἴχνος ἐγκαρσίαν οὐκ εὐθέως ἀνάγουσι λοξὸν ἐπὶ
5. τὸ σφυρὸν ἄνω τὸν ἐπίδεσμον, ἀλλὰ κυκλοτερῶς πρῶτον
6. ἑλίττουσιν ἐπὶ τὸν ταρσὸν, ὥσπερ γε καὶ τὸ σφυρόν. ἔνιοι
7. κυκλοτερῶς ὡς διαλαμβάνεσθαι τὰς λοξὰς ὑπὸ τῶν κυκλοτερῶν.
8. αἱ μὲν οὖν συνήθως γιγνόμεναι περιβολαὶ τῶν ἐπιδέσμων
9. ἐνταῦθα μύες εἰσίν. ἐν δὲ τοῖς προκειμένοις πάθεσι
10. τοιαῦται, διότι μήτε προσυποβάλλεταί τι πρὸ τῶν
11. ἐπιδέσμων ἕτερον οὗ τῆς κρατήσεως ἐν ἐκείνῃ ἐπίδεσις γίγνεται
12. μήτ’ ἀπαθής ἐστιν ἡ πτέρνα, καθάπερ ἐπ’ ἐκείνων,
13. ἀλλ’ αὕτη πρώτη πέπονθεν, ὥστε ὁ προειρημένος τρόπος
14. τῆς ἐπιδέσεως ἐπὶ τὴν πτέρναν ἐκθλίβειν τὸ αἷμα χωρίζει
15. αὐτὴν τὴν ἐπίδεσιν. χρὴ δὲ τὸ ἐναντίον τούτου γίγνεσθαι
16. τῆς ἐπιδέσεως ἐκ τῆς πτέρνης παραπλησιάζοντα χωρία τὸ
17. αἷμα διωθουμένης, ὅπερ ὁ καταγματικὸς τρόπος τῆς περιβολῆς
18. τῶν ὀθονίων ἐργάζεται μόνος, ὡς ἔμπροσθεν ἐμάθομεν·
19. ἐκείνῳ τοιγαροῦν καὶ νῦν κέχρηται.